Unit 11 rem early
Rem early: Unit 11; lemma and argument toward the thesis.
Greek
ἄλλη εἴη μήτηρ τῶν ζώντων κατὰ τὴν ζωὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγοντα· "6Ἐγώ εἰμι ἡ Ζωή"6, ἢ ἡ ἐκκλησία, ἥτις ἀπ' αὐτοῦ ὡς ἀπὸ πηγῆς τὴν ζωὴν ἔχει, ἐξ ἧς καὶ οἱ ἀπογεγραμμένοι ἐν αὐτῇ, πρωτοτόκων ἐκκλη- σίᾳ τυγχανούσῃ, ζωῆς θείας μετέχουσιν. ∆ῆλον δὲ ὅτι, εἰ αὕτη μήτηρ, καὶ ὁ Χριστὸς πατὴρ τῶν πιστευόντων ὑπάρχει, "6ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται"6. ιιι, 21. Καὶ ἐποίησεν Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ κιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. Καταλλήλως τῇ μελλούσῃ πάντων ἔσεσθαι μητρὶ μετὰ τοῦ ἀνδρὸς εἰς τοῦτο συμβαλλομένου οἱ δερμάτινοι κιτῶνες γίνονται, οὓς οὐκ ἂν ἑτέρους τις τῶν σωμάτων εἴποι. Εἰ γὰρ καὶ οἱ φιλίστορες ἐκ δερμάτων κιτῶνας τὸν Θεὸν πεποιηκέναι οἰήσονται, τί πρόσκειται καὶ τὸ "6ἐνέδυσεν αὐτούς"6, δι' ἑαυτῶν τοῦτο ποιῆσαι δυναμένων; Οὐ γὰρ ἀνεννόητοι ἐτύγχανον σκεπασμάτων, οἵ γε ῥάψαν- τε[ς] ἑαυτοῖς ἐκ φύλλων περιζώματα. Ὅτι δὲ πολλαχοῦ τῶν θ[εί]ων παιδευμάτων τὸ σῶμα δέρμα καλεῖται, ἔστιν εὑρεῖν. Ἰὼ[β] γὰρ ὁ μακάριός φησιν· "6Οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύε̣ι̣ν με με´̣λλων· ἐπὶ γῆς ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα"6, παντὶ δέ τῳ σαφὲς ὡς ταῦτα περὶ τοῦ σώματος ἑαυτοῦ ὁ Ἰὼβ ἔφασκεν· Καὶ πάλιν ὁ αὐτὸς περὶ ἑαυτοῦ τοιαῦτά φησιν· "6∆έρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας."6 Σαφὲς γὰρ καὶ ἀριδηλότατον δεῖγμα τοῦ τοὺς δερματίνους κιτῶνας εἶναι τὸ σῶμα, ὅτι καὶ τοῦ ἐνέδυσας μνημονεύει ὁ Ἰώβ, ὅπερ καὶ ἐπὶ τῶν πρωτοπλάστων εἴρηται. Εὖ δὲ καὶ τὰ 43 τῆς παρατηρήσεως ἔχει· δυναμένου γὰρ λεχθῆναι ὡς "3ἐποίησεν ὁ Θεὸς ἀμφοτέροις κιτῶνας δερματίνους"3, οὐχ οὕτω δ' εἴρηται, ἀλλὰ "6ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικ[ὶ] αὐτοῦ κιτῶνας"6. 107 ∆ῆλον γὰρ ὅτι διάφοροι χαρακτῆρες ἄρρενος καὶ θήλεος καὶ ἰδιοσυγκρισίαι ἑτέραι καὶ ἕτερα πλεῖστα, καθὰ ὁ μὲν ἀνδρὸς χώραν, ἡ δὲ γυναικὸς ἐπέχουσα τῆς διαδοχῆς εἰσιν ἀρχή. Πρότερον μὲν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος γεγενῆσθαι εἴρηται, ὅπερ δηλοῖ τὸ ἄϋλον· ἐπειδὴ δὲ καὶ ἐν ἑτέρᾳ καταστάσει γεγένηται ὡς δεῖσθαί τινος ᾧ χρήσεται, ἐδέησεν αὐτῷ ὀργανικοῦ σώματος, νῦν δὲ καὶ δερμάτινοι γίνονται. Τούτων παραστατικόν ἐστιν τὸ λεγόμενον· "6Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν"6, τοῦ φθαρτοῦ σώματος δηλοῦντος τὸ παχὺ τοῦτο, εἶθ' ἑξῆς "6[κ]αὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα"6, γεῶδες σκῆνος λέγων ᾧ κέχρηται ἡ ψυχὴ ἀπαλλαττομένη τοῦδε τοῦ σώματος πρὸς τὰς μεταβατικὰς ἑαυτῆς κ[ι]νήσεις, ὅπερ μέσον ἐστὶ συνάπτον τὴν νοερὰν οὐσίαν πρὸς τὸ [π]αχύ· τοῦτο τὴν ψυχὴν βαρεῖ, τοῦ σκήνους οὐ τὴν ψυχὴν ἀλλ[ὰ] τὸν νοῦν βρίθοντος. Τοῦτο καὶ ὁ ἀπόστολος διδάσκει λέγων· "6[Ο]ἴδαμεν ὅτι ἐὰν ἡ [ἐ]πίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλύθῃ οἰκοδ[ομὴν ἐκ Θεο[ῦ ἔ]χομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ οἱ [ὄ]ντες ἐν τῷ σκήνει στενάζομεν"6· οἰκίαν γὰρ σκήνους λέγων φαν[ε]ρῶς διδάσκει τὰ προειρη- μένα. Ζητήσειεν ἄν τις, εἰ ὁ παράδεισος χωρίον ἐστὶν ὑπεραναβεβηκός, πῶς ἐκεῖ ἐνδιδύσκονται καὶ οὕτως ἐκβάλ- λονται· πρὸς ὃ λεκτέον ὅτι οὐχ ὡς ἔχει τὰ τῆς προφ[ορ]ᾶς, οὕτως καὶ τὰ πράγματα. Ἐν γὰρ τοῖς ἅμα γινομένοις πολλά[κι]ς ἁρμόζει τὸ μὲν πρότερον, τὸ δ' ὕστερον λεχθῆ- ναι, οὐχ ἵ[ν]α, ὡς ἔχει τὰ τῆς προφορᾶς, καὶ τὰ πράγματα ἔχῃ. Τούτου τοῦ [εἴ]δους ἐστὶν τὸ ἐν τῇ προφητείᾳ λεγόμενον οὕτως· "6Ἰδοὺ Κύριος κά[θ]ηται ἐπὶ κούφης νεφέλης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσετ[α]ι τὰ χειροποίητα Αἰγύπτου"6· οὐ γὰρ ἀπ' οὐρανοῦ τὸ σῶμα κεκομι[κ]έναι 108 τὸν Κύριον φρονητέον, ἵν' οὕτως ἐπ̣' αὐτοῦ ὀχούμενος ἐπὶ τὴν Αἴγυπτον τὸν περίγειον ἔλθῃ τόπον, ἀλλ' ἅμα τε σῶμα ἔλαβεν εἰς Αἴγυπτον ἦν, τάξεως δὲ οὐ συγχεούσης τὰ πράγματα χάριν εἴρηται. Ὡς οὖν ἐπὶ τοῦ Σωτῆρος οὔ φαμεν ὅτι προκαθίσας ἐπὶ τῆς κούφης νεφέλης ἦλθεν εἰς τὸν κόσμον, ἀλλὰ ταῦτα ἅμα λέγομεν, καὶ ἐνταῦθα οὔ φαμεν ὅτι ἐν τῷ παραδείσῳ ἔσχον τὰ παχέα σώματα καὶ οὕτω ἐκβέβληνται· οὐχ οἷόν τε γὰρ μετὰ σώματος ἐκεῖ τοιούτου διάγειν. Ἀμέλει γοῦν τὸν λῃστὴν γυμνῇ τῇ ψυχῇ εἰς τὸν παράδεισον εἰσήγαγεν λέγων αὐτῷ· "6Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"6–καὶ γὰρ τὸ αὐτοῦ σῶμα ἐν τῷ ἰκρίῳ ἔμεινεν, ἕως καὶ τῇ γῇ παρεδόθη– ἅμα καὶ ὁ ἀκούσας· "6Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου"6, οὐκ ἐγενήθη ὅμοιός σοι δεικνύμενος ἐκεῖσε διάγειν. ∆ιὰ τούτων παρίστησιν ὡς παχέα σώ[μ]ατα ἐν αὐτῷ διατρίβειν οὐχ οἷά τε ἦν. ιιι, 22. καὶ εἶπεν ὁ θεός. Ἰδοὺ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.