Unit 11 rem mid
Rem mid: Unit 11; lemma continues; reading with the letter.
Greek
Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶ[ν] τοῦ γιγνώσκειν καλὸν καὶ πονηρόν; καὶ νῦν μή ποτε ἐκτείν[ῃ τ]ὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσετ[αι εἰ]ς τὸν αἰ[ῶνα]. Οἱ πολλοὶ ὡς χλευαστικῶς εἰρηκότα τὸ ῥῆ[μ]α τοῦτο τῷ Ἀδὰμ τὸν Θεὸν ἐκλαμβάνουσιν, ἀνάρμοστόν τι τῷ [Θ]εῷ λέγοντες. Οὐ γὰρ οἰκεῖον σπουδαίῳ ἀνθρώπῳ ἐπεμβαίνειν πτώματί τινος, μή τί γε δὴ τῷ Θεῷ. Ἐπεὶ γάρ, φησὶν, ὁ ὄφις τοῦτο κατεπαγγείλατο τῇ γυναικὶ λέγων· "6Ἤδει γὰρ ὁ Θεὸς ὅτι, ᾗ δ' ἂν ἡμέρ[ᾳ] φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔ[σε]σθε ὡς θεοὶ γιγνώσκοντες καλὸν καὶ πονηρόν"6, ὁ Θεὸς εἶπεν τῷ Ἀδὰμ παραβάντι· Ἰδοὺ Ἀδὰμ ὡς ἡμεῖς γέγονεν,εἰρωνευόμενος α[ὐ]τόν. Ἀπάγοντες οὖν ἡμεῖς καὶ ἐξορίζοντες τὴν τοιαύτην 109 ἔνν[οι]αν ἀπὸ τοῦ Θεοῦ οἰκείως τῷ βουλήματι τῆς θεοπνεύ- στου γραφῆς ἐκλάβωμεν καὶ τὸ προκείμενον. Ὁ διάβολος οὐ φύσει κακὸς ἢ κατ' οὐσίαν ἐστίν, ἀλλὰ καλὸς καὶ ἀγαθὸς γέγονεν, κατ' ἰδίαν τε μεταβολὴν τραπεὶς γέγονεν 44 διάβολος καὶ σατανᾶς καὶ πονηρός· τότε δὲ ἀγαθὸς καὶ καλὸς ἦν, ὅτε τοῦ τάγματος ἐτύγχανε τῶν ἀγγέλων, ἐξ αὐτῶν δὲ ἀπέστη ῥιφεὶς ἐπὶ γῆς διὰ τὴν ὑπερηφανίαν, ἣν ἑαυτῷ ἐπενόησεν. Οὐκ εἶπεν οὖν τῷ Ἀδάμ· Ἰδοῦ γέγονας ὡς εἷς ἡμῶν, ἀλλ' "6ὡς εἷς ἐξ ἡμῶν"6· ἐκ γὰρ τῶν οὐρανίων ὁ εἷς οὗτος ἐξέπεσεν, καθὰ καὶ ὁ ψαλμῳδὸς διδάσκει λέγων· "6Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱο[ὶ Ὑ]ψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε."6 Καὶ γὰρ ἐκεῖνος ἄρχων καὶ θεός, οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ θεοποίησιν, ἐξέπεσεν ὡς κἀκεῖνοι περὶ ὧν [Εἰ]πὼν δὲ ε[ἴ]ρηται· "6Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν."6 "6Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν"6, ἐπήγαγεν πῶς· "6[το]ῦ γιγνώσκειν καλὸν καὶ πονηρόν"6. Τοῦτ' αὐτὸ γὰρ μόνον [οἱ] μὴ χρώμενοι τῇ ἀρετῇ ἔχουσιν, γινώσκοντες μόνον [τί] καλὸν καὶ [τί] πονηρόν, μὴ διαστέλλοντες δὲ [ὡ]ς αἱρεῖσθαι μὲν τὸ ἀγαθόν, φεύγειν δὲ τὸ κακόν. Ἐναλλὰξ γο[ῦν] τοῖς πράγμασιν χρῶνται κατὰ τοὺς ταλανιζομένους περὶ ὧν λέγεται· "6Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φ[ῶ]ς σκότος."6 Λέγει δὲ οὕτως ὁ Θεὸς τὸ "6ἐξ ἡμῶν"6 τοῖς ἑαυτο[ῦ ἀ]γγέλοις, καθάπερ βασιλεὺς τοῖς ἑαυτοῦ δορυφόροις. Ὅτ[ι] δὲ τὸ κοινοποιεῖν ἑαυτὸν τὸν Θεὸν μετὰ τῶν ἑαυτοῦ κτισ[μ]άτων ἐκ τῆς γραφῆς γιγνώσκεται, ἔστιν μαθεῖν ἐκ τοῦ π[ρὸ]ς τοῦ Σωτῆρος εἰρημένου τοῖς μαθηταῖς· 110 "6Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν"6, ὃ καὶ αὐτὸ οὐ μικρὰν ἔχει τὴν παρατήρησιν· τὸ μὲν γὰρ "6ἐγείρε[σ]θε"6 πρὸς ἐκείνους, τὸ δὲ "6ἄγωμεν"6 μετ' ἐκείνων. Ἐπεὶ γὰρ ὁ Σωτὴρ "6ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ"6, διὸ οὐδὲ ὑπὸ πτῶμα γεγένηται, τοιαύτης ἐγέρσεως οὐ χρῄζει ὡς οἱ μαθηταί, οἷς εἶπεν "6Ἐγείρεσθε"6, "3διαναστῆτε τῶν ἀνθρωπίνων"3, συναριθμεῖ δ' ἐν τῷ ἀπελθεῖν ἑαυτόν. Ἐπεὶ μόνης τῆς ἀνθρωπίνης φύσεως οὐκ ἔστιν χωρὶς ἐπιπνοίας Θεοῦ τῇ ἀρετῇ χρήσασθαι, διὰ τοῦτο "6ἄγωμεν ἐντεῦθεν"6 λέγει· αὐτὸς γάρ ἐστιν κα[ὶ] ποιμὴν καὶ ὅδοσκαὶ βακτηρία, <ἣ> ἐπὶ τὰ θεῖα χειραγωγεῖ. Ἀμέλει γοῦν καὶ τῷ λῃστῇ εἶπεν· "6Σήμερον μετ' ἐμοῦ ἔσῃ [ἐ]ν τῷ παραδεί- σῳ."6 Ἀλλὰ καὶ ἐν τῇ ἀθέῳ ἐπινοηθεί[σῃ] πρὸς ἀνθρώπων πυργοποιΐᾳ εἴρηται· "6∆εῦτε καὶ κατα[β]άντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν."6 Κἂν γὰρ διὰ ὑπο[υργ]ῶν ἀγγέλων ποιῇ ἃ βούλεται Θεός, –ἀλλὰ λέγω κρίσει α[ὐ]τοῦ γίνεσθαι τὰ γινόμενα, – καταβαίνειν σὺν τοῖς π[ρ]οστελ[λομ]ένοις ὑπ' αὐτοῦ λέγεται. "6Ἰδοὺ"6 οὖν "6γέγονέν"6 [φ]ησιν "6Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν τοῦ γιγνώσκειν καλὸν καὶ πο[ν]ηρόν"6, οἷς ἐπάγει ὥσπερ κατάκρισιν κηδεμονικῶς ὁ φι[λά]νθρωπος. Καὶ γὰρ τὰς ἀπειλὰς καὶ τὰς ἐπαγωγὰς πρὸς [τὸ] συμφέρον ποιεῖται. Τί δέ ἐστιν ὅ φησιν· "6Καὶ νῦν μή [π]οτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς κ[αὶ] ζήσεται εἰς τὸν αἰῶνα"6; Φθόνος ἔξω θείου χοροῦ ἀπελήλασται· εἰ δὲ τοῦτο, πολλῷ πλέον καὶ ὑπερβαλλόντως ἐν [Θ]εῷ τοῦτον ὑπάρχειν ἀδύνατον. Οὐ φθόνῳ οὖν κωλύει τοῦ 111 ξ[ύ]λου τῆς Ζωῆς πάλιν αὐτοὺς λαβεῖν, ἀλλ' ἀναρμόστως κωλύει. Ὡς γὰρ ὁ Σωτὴρ παραγγέλλει· "6Μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶν μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων"6, ἐπιφέρει τε καὶ τὸν λογισμὸν λέγων· "6μήποτε καταπατήσωσιν αὐτοὺς καὶ στραφέντες ῥήξωσιν ὑμᾶς"6, οὕτω οὐ καλὸν τὸν ἐν ἁμαρτίαις γεγενημένον καὶ ἔτι ἐν αὐταῖς ὄντα τῆς ζωῆς τοῦ ξύλου δέχεσθαι· καταφρονητικὸν γὰρ τὸ τοιοῦτο. Εἰ δὲ κωλυθείη τῆς τοιαύτης ἀγωγῆς ὁ φαῦλος, μὴ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.