In Genesim · §u12-rem-close

Unit 12 rem close

Rem CLOSEOUT: Unit 12 CLOSEOUT.

Greek

αὐτός"6· καὶ ποῖα ἤνεγκεν, παρασημαίνει τὸ λόγιον, αἰνιττόμενον αὐτῶν τὸ οἰκεῖον καὶ τίμιον· "6ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων"6. Ἅτε δὲ τοῦ μὲν Κάιν ἠμελημένως πεποιηκότος τὰ τῆς προσαγωγῆς, τοῦ δ' Ἄβελ γνησίως, "6ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάι[ν] καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν"6. Τὸ γὰρ γνήσιον διαφ[αί]νεται τοῦ Ἄβελ· πρωτότοκα γὰρ προσήγαγεν, τὰ τιμιώτατα τ[ῷ] Θεῷ κρίνας ἀπονέμειν, ὧν ἐστιν καὶ τὰ στέατα, ὡς ἔδει κ[αὶ τ]ὸν Κάιν ποιῆσαι, ἀπὸ τῶν πρωτογενημάτων παράσχοντα. Ἀ[π]άρχεσθαι γὰρ προη- γουμένως πρέπει τῷ Θεῷ, ὅπερ πνευματικῶς ὁ μακάριος ∆αυὶδ ποιεῖ λέγων· "6Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρ[ὸ]ς σέ, ὁ Θεός"6, οὐδέν μοι τῶν ἄλλων πρόκριτόν ἐστιν ἀλλ' ἡ πρὸ[ς] σὲ καταφυγή· καίτοι σοι τῷ Θεῷ πρὸ παντὸς πράγματος ἀπο[νέμητ]αι τὰ καθήκοντα. ∆ῶρον δὲ θυσίας ταύτῃ διαφέρει ὅτ[ι τὸ μ]ὲν δῶρον ἀπὸ ζῴων προσάγεται, ἡ δὲ θυσία οὐχί· ὅσῳ δὲ [ζῷ]α τῶν ἀψύχων τῇ φύσει τιμιώτερα φανερ[όν. Τί] δὲ τὸ "6[Οὐ] προσέσχεν ὁ Θεός"6, ἐξ οὗ καὶ λελύ- πηται Κάιν καὶ συν[έπ]εσεν αὐτοῦ τὸ πρόσωπον, εἴποι τις ἄν, ἢ πῶς ἔγνω Κάιν ὅτι ο[ὐ] προσεδέ[χε]το Θεός, ἵνα καὶ λυπηθῇ; πρὸς ὃ λέγοι τις τὰ ἀπὸ τῆς βίβλου τῆς δ[ιαθ]ήκης, ἐν ἧ γέγραπται ὡς ἀπ' οὐρανοῦ πῦρ κατιὸν ἐδέχετο [τὰς] θυσίας τὰς δεόντως προσαγομένας, ἐξ οὗ εἰκὸς ἐγνωκ[έ]ναι τὸν Κάιν, ἐπὶ τὰς αὐτοῦ μὴ ἐπελ- θόντος τοῦ πυρός, τῶ[ν τ]οῦ Ἄβελ δαπανηθεισῶν ὑπ' αὐτοῦ. Τοῦτο δὲ καὶ ἐν τῷ Λευι[τι]κῷ ἐγίνετο· οἱ γὰρ προαγα- γόντες ἀλλότριον πῦρ ἐπὶ τὸ θυ[σι]αστήριον δίκην ὑπέσχον οὐ μίκραν, καὶ Ἠλίας ὁ μέγας προφήτης [π]ρὸς τοὺς 122 ἱερεῖς τῆς Βάαλ ἀπομαχό<μενος> διέδειξεν ὡς ἀπ' οὐρανοῦ τὸ πῦρ κατῄει ἐπὶ τὰς αὐτοῦ, ἁγίου ὄντος, θυσίας. Ταῦτα μὲν οὖν ἡ τοῦ ῥητοῦ παρέχει διήγησις· ὁ δὲ τῆς ἀναγωγῆς νοῦς τοιοῦτος ἂν εἴη· οἱ τὴν ἀρετὴν ὑποκρι- νόμενοι τῷ μὴ ἀπὸ γνησίας προθέσεως ἀλλ' ἄλλου χάριν τὴν ἐξωφάνειαν ἐπιδείκνυσθαι μελληταί τινές εἰσιν καὶ ἀδόκιμοι, οὐκ ἀπαρχόμενοι τῷ Θεῷ· ἀπαρχὴ δ' ἐστὶν ἀρετῆς ἡ ἀπὸ τῆς γνώμης· κίνησις ἐπ' [α]ὐτὴν ἐκεῖθεν φύεται. Τοῦτο ∆αυὶδ παιδεύει φάσκων· "6Ἀλλ' ἦν [ἐν] νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ"6· οἱ δ' ὑποκριταί, οὐκ ἔχοντες ἀρετ[ῆ]ς θέλημα, ἢ αἰσχροῦ χάριν κέρδους, ὡς εἴρηται, ἢ δόξης τὰ τῆς ἀ[ρε]τῆς ὑποκρίνονται. Ταύτης ὢν τῆς μερίδος Κάιν προσήγα̣[γεν] μεθ' ἡμέρας, ὁ δ' Ἄβελ ἀμελλητὶ ζῷα πρωτότοκα καὶ στέατ[α] προσάγει· οὐδεμίαν γὰρ ἑαυτοῦ πρᾶξιν οἴεται ἀπαρχόμενος ὁ [ἐ]νάρετος εἶναι μὴ τῷ Θεῷ προσήκουσαν, καθὰ καὶ Παῦλος ὁ μα[κ]άρ[ιο]ς λέγων· "6Οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί"6, καὶ ὁ Ψα[λμ]ῳδός· "6Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπία[σαν ο]ἱ οἰκοδομοῦντες αὐτόν."6 Ὁ Ἄβελ οὖν τὰ ζωτικὰ καὶ ἄλογα κ[τή]ματα [···ημ]ερώσας τῷ λογισμῷ καὶ εὐσταθῆ ποιήσας ἀνέ[φ]ερε τῷ [Θε]ῷ οἰκείων αὐτῷ καὶ μὴ τοῖς πάθεσιν. Γίνεται λύπ[η] τοῖς μὴ ὃν δεῖ τρόπον χρωμένοις τοῖς πράγμασιν, δίκην πυρὸ[ς] τοῦ συνειδότος ἐλέγχοντος καὶ παραδεικνύντος, κἂν ἔτι [ἡ] κακία ἐνέχηται, 50 τὸ ἀπρεπὲς τῶν ἐνεργουμένων, ἐξ οὗ καὶ σ̣[υ]μπίπτει τὸ τῆς ψυχῆς πρόσωπον, ἀφ' οὗ καὶ οἱ σωματικοὶ χαρα[κτ]ῆρες δέχονται τὴν κατήφειαν. Ὅτι δὲ ψυχῆς πρόσωπον ἔ[σ]τιν, φησὶν τὸ λόγιον· "6Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ"6, κ[α]ὶ "6Ἀνακεκα- λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα"6, 123 τοῦ αἰσθητοῦ προσώπου σημαινομένου ἐν τῷ "6καρδίας εὐφραινομένης πρόσωπον ἱλαρόν, ἐν λύπαις οὔσης σκυθρωπάζει"6, ὅπερ τῷ Κάιν συμβέβηκεν ὑπὸ τοῦ συνειδότος ἐλεγχομένῳ. ιῃ, 6–7. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξ[ει]ς αὐτοῦ. Φιλανθρωπία τοῦ Θεοῦ [τ]ῶν ὅλων ὑπερβάλλουσα δείκνυται, ὅτι καὶ τοῖς σφαλλομέν[ο]ις διαλέγεται, μὴ ἐῶν αὐτοὺς βυθίζεσθαι ταῖς ἁμαρ[τίαι]ς, ἀλλὰ διεγείρων πρὸς τὸ συναισθομένους ἐπὶ τὴν [ἀρε]τὴν ἐπιστρέψαι, ὅπερ καὶ νῦν ἐπὶ τοῦ Κάιν γίνεται, λ[έγο]ντος αὐτῷ τοῦ Θεοῦ κατὰ τὸ ἐνηχεῖν ἐν διανοίᾳ· "6Ἵν[α τί] π̣ερίλυπος ἐγένου;"6, σαυτῷ τούτου παραίτιος γέγονας καὶ ο[ὐχ ἕ]τερος τοῦ ἁμαρτήματος πρόφασις ὑπῆρξεν. Ὑποτ[ί- θε]ται δὲ καὶ τὸν τρόπον τοῦ σφάλματος λέγων· "6Οὐκ [ἂν ὀρ]θῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥ[μαρτε]ς."6 Ὅσοι γ[ὰρ] πρόνοιαν ἐφεστάναι μὲν τοῖς ὅλοις ἡγοῦντ[αι κ]αὶ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.