In Genesim Unit 13 opening
Unit 13.
Lemma-led open — 6 ὃπερ καὶ ἐνταῦθα τῷ Κάιν ὑπὸ Θεοῦ εἴρηται·
Greek
διεξ[ά]γουσιν αὐτῶν τὰ πράγματα προσάγοντες εὐχαριστίαν [οἰ]κείως ποιοῦσιν, ἠμελημένως δὲ ταύτῃ χρώμενοι, ὡ[ς] τὰ μὲν τίμια ἑαυτοῖς φυλάττειν, προσάγειν δὲ τὰ εὐτελῆ, [οὗτ]οι κακῶς τῇ διαιρέσει κέχρηνται. Τοῦτ' αὐτὸ τοῦ Ἰσραὴλ π[οιο]ῦντος, ὁ προφητικὸς λόγος ἐπιτιμητικῶς καὶ ἐντρεπτικ[ῶς] φησιν· "6<Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσα- γάγητε χωλὸν ἢ ἄρρωστον,> οὐ κακόν; Προσάγαγε αὐτὸ τ[ῷ] ἡγουμένῳ σου"6. Ἀλλὰ καὶ Ἀνανία καὶ Σαφφείρα ἐν ταῖς Πράξε̣σιν τῶν ἀποστόλων, πολλῶν προσφερόντων 124 εἰς χρείας τοῖς̣ δεομένοις, καὶ αὐτοὶ καθυπέσχοντο τιμὴν χωρίου, ἀφ' ἧς νοσφισάμενοι τὸ ἥμισυ τὸ ἕτερον προσήγαγον κακῶς τῇ διαιρέσει χρώμενοι, ὅπερ ἐλέγχων ὁ πρόκριτος τῶν ἀποστόλων τῷ πνεύματι κινούμενος ἔλεγεν· "6Οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου ποιῆσαι τὸ πρᾶγμα τοῦτο;"6 ὃπερ καὶ ἐνταῦθα τῷ Κάιν ὑπὸ Θεοῦ εἴρηται· "6Ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Ο[ὐκ] ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτε."6 Ἁμαρ[τ]άνουσι γὰρ ὅσοι ὡς δεομένῳ τῷ Θεῷ προσάγουσιν, ἀγνοο[ῦν]τες τὸ εἰρημένον ἐν Ψαλμοῖς πρὸς αὐτοῦ τοῦ Θεοῦ· "6Μὴ φάγο[μ]αι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;"6 καὶ ἔτι· "6Ἐμά ἐστιν [πάν]τα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες"6· ὑμεῖς μ[ὲν] γὰρ ὅσα εὐχείρωτα παρ' ἐμοῦ ἔχετε, ἐγὼ δὲ καὶ τὰ πάντα, [ὥσ]τε οὐ δεόμενος διετάξατο, ἀλλ' ἀπὸ τούτων συμβολικ[ῶς πα]ιδεύων ὡς οὐκ ἠμελημένως τῇ ἀρετῇ χρῆσθαι πρ[οσήκ]ει, ἀλλὰ τελείᾳ καὶ ὁλοκλήρῳ. Εἶτα, ἵνα μὴ προκόπτῃ τὸ κακόν, ἠ[ρεμ]εῖν ἀπ' αὐτοῦ παραινεῖ, ἵνα μὴ ἐπιτριβόμενον λύμην ἐργάσητ[αι χ]είρονα. Οὕτῳ καὶ τῇ Σίων λέγεται ἀτάκτως κινουμένῃ–τ[ο]ι[οῦ]- τον γὰρ [ὄνομ]α–· "6Στῆσον σεαυτὴν Σίων."6 Ἐπεὶ γὰρ τὸ λογικὸν [ζ]ῷον ἐνε[ργη]τικόν ἐστιν ἢ κακίαν ἢ ἀρετὴν ἐνεργοῦν, εἰκότω[ς], ὅτε κακ[ία]ν πράττει, οἰκεῖον αὐτῷ τὸ στῆσαι ταύτην, ἵν' οὕ[τω]ς ἡ ἀρετὴ χώραν εὕρῃ τὴν πρέπουσαν. Τοῦτό τοι καὶ ∆αυὶδ [πα]ραινεῖ· "6Ἔκκλινον ἀπὸ κακοῦ"6 λέγων "6καὶ ποίησον ἀγαθόν."6 "6Ἡσ[ύχ]ασον"6 οὖν, φησίν, μὴ πρόκοπτε τῷ κακῷ, μὴ διὰ τῆς κατηφεί[ας] λογίζου ὡς οὐ δεόντως οὐ προσεδέχθη σου ἡ θυσία. Πολλο[ὶ γ]ὰρ πολλάκις αὐτοὶ σφαλλόμενοι καὶ διὰ τοῦτο μὴ ἔχοντες εἶτα καθ' ἑαυτοὺς συνεργὸν τὸν Θεὸν δυσαρεστοῦνται τῇ προν[οί]ᾳ, ὅπερ κωλύει Θεὸς ἐπὶ τοῦ Κάιν λέγων· "6Ἡσύχασον."6 125 Ἐπάγει δὲ [κ]αὶ τὸ "6πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ"6, παιδεύων ὡς ὅσα οὐ κατὰ τὸ πρέπον προσάγεται Θεῷ, 51 ταῦτα οὐκ αὐτῷ προσφέρεται, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ὑποστρέφοντος πρὸς αὐτὸν διὰ τὸ μὴ εὑρηκέναι χώραν ἐν Θεῷ. Οὕτω καὶ οἱ ἐλεημοσύνην παρέχοντες πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις ἀπέχουσιν ἑαυτῶν τὸν μισθόν, οὐδὲν ἀπὸ Θεοῦ ἔχοντες· οὐ γὰρ θείῳ [σ]κόπῳ τοῦτ' ἐποίησαν. Ὅλη μὲν οὖν ἡ τοῦ ῥητοῦ διή[γη]σις ὠφελιμωτάτη πρὸς ἦθος καὶ οὕτω ψιλῶς λαμβανομ[έ]νη, παιδεύουσα γνησίως τὰς προσφορὰς καὶ μὴ ἠμελημένως π̣οιεῖσθαι· ἐπειδὴ δὲ ἐν τοῖς φθάσασιν εἰς τρόπους ψυχῆς ἀ[νη]γάγομεν τὰ προειρημένα, ἀναγκαῖον καὶ νῦν τοῦτο ποιῆσ[αι]. Ὁ λόγος τοῦ Θεοῦ ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνυπάρχων, τῇ συνειδήσει τε παρών, κηδεμονικῶς ἐλέγχει τοὺς σφα[λ]λομένους, ὅπερ καὶ νῦν παρίσταται. Οἱ γὰρ ὑποκριταί, ὅσον μὲν εἰ[ς] τὸ τιμίαν δεικνύναι τὴν ἀρετήν, εἰ καὶ μὴ αἱροῦνται αὐ[τήν], ὀρθόν τι δοκοῦσιν ποιεῖν· ἐπειδὴ δ̣ε`̣ τῇ διαιρέσει φαύλω[ς χρ]ω῀̣νται, τὸ μὲν ἀπὸ τοῦ βάθους τῆς διανοίας κίνημα προ`̣ς τὰς ἑ[αυτ]ῶν ἡδονὰς ἄγοντες, τὸ δὲ τῆς ἐξωφανείας δ[ῶρον] διὰ Θεοῦ ποιεῖν σχηματιζόμενοι, εἰκότως οὐκ εἴσι δε[κτοί], τὸ ἔξω[θ]εν τοῦ ποτηρίου καθαρίζοντες καὶ ἔξωθεν μὲν προ[βά]του δορὰ[ν] περιβαλ- λόμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες· τοῖς τοιούτ[οι]ς ἐλέγχων
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.