Unit 13 rem mid
Rem mid: Unit 13; lemma continues; reading with the letter.
Greek
ὑπο[σ]ημαίν[ει]. Ἑνωτικὴ γὰρ ὑπάρχουσα ἡ θεία διοίκησις διὰ πάντων τοῦ[το π]οιεῖ. Ἀμέλει καὶ ἐν τῷ νόμῳ ἀρκούσης τῆς ἀδελφικῆς δια- θέ[σ]εω[ς] καὶ τῶν σφόδρα ἐγγὺς εἰς ἕνωσιν, τούτους μὲν οὐ συγχωρεῖ γ[άμ]ῳ συνάπτεσθαι, ἄλλας δὲ παρὰ τὰς ἀδελφὰς καὶ τὰς πλη[σίον] ἐπιτρέ[π]ει, ἵνα διὰ τούτων ἐπισυνάγηται καὶ ἀπὸ ἄλλων σ̣[···]η καὶ δι[ά]θεσις, ἅπερ ἐπάτησεν Κάιν. Ἰδεῖν γὰρ αὐτοῦ καὶ τ[ὴν ὑ]πόκρισ[ιν ἔ]στιν λέγοντος μετὰ ἀπονοίας· "6Οὐ γινώσκω· μὴ φύ[λα]ξ τοῦ ἀ[δελφ]οῦ μού εἰμι ἐγώ;"6 ∆ιὰ μὲν γὰρ το<ῦ> "6Οὐκ οἶδα"6 τὸ θρασὺ δ[εί]κνυτ[αι, ὅ]τι ᾠήθη Θεὸν λανθάνειν, διὰ <δὲ> τοῦ "6Μὴ φύλαξ;"6 τὸ α᾿̣δ̣ι̣άθετον [κα]ὶ ἀνήμερον καὶ διὰ τοῦτο ἀδιανόητον δηλοῦτα[ι· φ]ύλακα γὰρ αὐτὸν τοῦ ἀδελφοῦἔπρεπεν εἶναι. 129 ιῃ, 10–12. Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικα- τάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χει̣ρός σου, ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοί· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ ἀναισχυνοῦντα διδάσκει ὁ φιλάνθρωπος, καὶ οἰόμενον λανθάνειν Θεὸν παιδεύει ὡς [το]ῦτο ἀδύνατον· "6Φωνή"6 φησιν "6αἵματος τοῦ ἀδελφοῦ σου [β]οᾷ πρὸς μὲ ἐκ τῆς γῆς"6, μὴ νόμιζε τὸν ἀκοίμητον ὀφ[θα]λμὸν τῆς προνοίας διαπεφευγέναι τὸ μίασμα. Φωνὴ[ν] δὲ αἵματος τὴν φανέρωσιν λέγει ὡς καὶ ἑτέρωθι· "6Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρα[ς] ὑμῶν ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει"6. Καὶ οὕτω[ς] γ[ὰ]ρ ἐκλημπτέον, δυνατὸν δὲ καὶ τὸ αἷμα ἀντὶ τῆς ψυ[χῆς] ἐνταῦθα εἰρῆσθαι. Λέγοι δ' ἄν τις ὅτι διὰ τοῦ<το> αἵματος ἐμνήσθη, ὅτι τὸ σῶμα ἔκρυψεν. Ἐκχύ[σεως] δὲ μνημονεύει καὶ ὡς ἡ γῆ ἔχανεν τὸ στόμα α[ὐτῆς] δέξασθ̣αι τὸ αἷμα καὶ ἀδελφοῦ συνεχῶς, ἵνα μεγ[εθύ]νων [τὸ] πραχθὲν καταιδέσῃ τὸν ὠμόθυμον. Ἐπ[άγ]ει δὲ αὐτ[ῷ] καὶ ἀρὰς εἰκότως τοσοῦτον ἐργα- σαμένῳ [λ]έγω<ν>· "6Καὶ ν[ῦν] ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ὅτι ἐργᾷ τὴν [γ]ῆν καὶ οὐ πρ[ο]σθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι."6 Πολλάκ[ι]ς γὰρ διὰ τα`̣ς̣ τῶν ἀνθρώπων ἁμαρτίας ἡ τῆς γῆς ἔνδεια συμβαίνει τοὺς καρ̣π̣οὺς οὐκ ἀποδιδούσης κατὰ τὸ 53 εἰρημένον· "6[Π]ενθήσει ἡ γῆ διὰ τοὺς κατοικοῦντας ἐν̣ αὐτῇ."6 ∆έδο[τ]αι γὰρ αὐτῂ ἐπὶ τῷ ἐκφέρειν καρποὺς τοῖς ἀδιάστρο[φ]ον μὲν τηροῦσι τὸν λογισμόν, φιλανθρωπίᾳ δὲ Θεοῦ κ[αὶ] τοῖς σφαλλομένοις 130 παρέχει τὰ ἀναγκαῖα, προστάγματι πάλιν αὐτοῦ τῶν ἀπ' αὐτῆς ἐκλειπόν[των] καρπῶν, ἵν' ἐπιστροφὴ γένηται. Εἴη δὲ πρὸς ἀναγωγήν, ἑπομένων ἡμῶν τοῖς πρώτοις, αἰτιώμενος τὸν ὑποκριτὴν ὁ Θεός, ὅτι τὴν ζωτικὴν δύναμιν τῆς ψυχῆς διαστρέφει, ἀδελφὸν οὖσαν τοῦ ἔξω ἀνθρώπου, ὡς εἴρηται. ∆ιὸ καὶ ἐπικατάρατος ἔσται, μηκέτι παρέχουσα καρπούς, ἀλλὰ τὴν ἐντρέχειαν ἐπὶ χρησίμῳ παραπολλύουσα, ἵν' ἐκ τούτου <εἰς> τὴν τῆς ἀρετῆς ἀρχὴν καταβάληται· [χρ]ήσιμον γὰρ καὶ τὸ διαστραφῆναι πονηρίαν, τῶν ἀπ' αὐτῆ[ς ··]τελῶν μὴ ἐπιτυγχανομένων, ἵνα κόπος ἐγγενόμε[νος] ἔρωτα τῆς ἀρετῆς ἐμποιήσῃ κατὰ τὸ εἰρημένον· "6Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται"6. "6Στένων"6 δὲ "6κα[ὶ] τρ[έ]μων ἐπὶ τῆς γῆς"6 ἔσται, οὕτω κρινόμενος, ἀεὶ ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος. ιῃ, 13–14. [Καὶ] εἶπεν Κάιν πρὸς Κύριον τὸν Θεόν· Μείζων ἡ α[ἰ]τία μου τοῦ ἀφεθῆναί με· εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· καὶ ἔ[σομαι σ]τένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκ[ων] με ἀποκτενεῖ με· Ἔγκειται καὶ τοῖς ἀλλοτριοῦσιν ἑ[α]υτοὺς το[ῦ] Θεοῦ λόγος, καθ' ὃν περὶ Θεοῦ αὐτοῦ ὡς φιλανθρώπου καὶ ἀγαθοῦ [ἀν]αλαμβάνουσιν· καὶ οὐχ οἷόν τε ἐκκεκόφθαι ταύτην ἀγ̣αθ̣[ὴ]ν τὴν ἔννοιαν, κἂν διὰ βάθος κακίας δυσαρεστῶνται π[ο]λλάκις. Αὐτίκα γοῦν εἰς ἀνάγκην περιστάντες οἱ πάν[τως] Θεοῦ ἀμνήμονες ἐπὶ λιτὰς καὶ ἱκεσίας καταφεύγ[ου]σιν, ὅπερ καὶ ἐπὶ τοῦ Κάιν θεωρεῖται. Ὡς γὰρ ἐπιλήσμων [Θεοῦ] ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον 131 ὁρμήσας καὶ μετὰ θράσους [ὑ]ποκρινάμενος αὐτῷ ἐρωτή- σαντι· "6Ποῦ Ἄβελ ὁ ἀδελφός σου;"6, ἅτε δὲ μήπω πλείστης ἐν ἀνθρώποις διαστροφῆς ὑπαρχούσης, γνοὺς ἐκ τῶν τοῦ Θεοῦ λόγων, ὧν διὰ τοῦ ἐλέγχου ἔμαθεν τῶν ἐν τῷ συνειδότι γεγενημένων, ὡς ἀναπόδραστός ἐστιν ὁ τοῦ Θεοῦ ὀφθαλμός, δέεται αὐτοῦ μὴ εἰς παντὴ ἀλλοτρίω- σιν αὐτοῦ τοῦτον περιστῆσαι, ἐξ οὗ στένειν τε καὶ τρέμειν συμβήσεται καὶ ὑπὸ παντὸς τοῦ εὑρίσκοντος αὐτὸν προσ- δοκᾶν ἀναίρεσιν. Ὁ γὰρ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.