In Genesim · §u13-rem-close

Unit 13 rem close

Rem CLOSEOUT: Unit 13 CLOSEOUT.

Greek

πεπεισμένος ὡς ἡ σκεπαστικὴ δύναμις τοῦ Θεοῦ ἀπ' αὐτοῦ ἀπέστη πάντα τὰ ἄλλα φοβερὰ λογίζεται κ̣αὶ ἐπ' οὐδενὶ τῶν ὑφ' ἑαυτοῦ πραττο- μένων θαρρεῖ. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται εἰς τὴν ὅλην περίνοιαν τῆς τοῦ Κάιν ἀποκρίσεως· ἴδωμεν δὲ καὶ τὴν ὑποσυγκεχυ- μένην αὐτοῦ ἀπόκρισιν, ἅτε φαύλου καὶ οὐ μετέχοντος θεία[ς] χάριτος. "6Μείζων"6 φησίν "6ἐστιν ἡ αἰτία μου τοῦ ἀφεθῆναί με"6, ὅπερ εἴη δηλοῦν κατὰ πρώτην διάνοιαν ὅτι μεῖζον ἔσται μου τὸ κ[ακό]ν, μὴ ἐπεξερχομένου σου, ὠ῀̣ Θεέ, τῇ κατ' ἐμο[ῦ ἀ]δικίᾳ· ἔτι γὰρ ὑπὸ κηδεμονίαν ὑπάρχοντός ἐστ[ι τ]ὸ μὴ ἀπ̣αγορεύεσθαι. Τοῦτ' αὐτὸ ἐν τῷ προφήτῃ ἐπὶ τῶν ἀξίων καταφρονήσεως καὶ εἰς ἀδόκιμον νοῦν παραδοθέντων λέγεται πρὸς τοῦ Θεοῦ· "6Οὐ μὴ ἐπισκήψομαι ἐπὶ τὰς θυγατέρας αὐτῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν, ὅταν μοιχεύωσιν. Ὅτε μὲν γὰρ ἁμαρτάνοντας ἐπιστρέψαι οἵους τε ὄντας πα̣ιδευ῀̣σαι βούλεται, φησίν· "6Ἐπισκέψομαι ε᾿̣ν ῥάβδῳ 132 τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν."6 Ὅ τι δε`̣ νῦν φησιν, τοῦτ' ἔστιν ὅτι μείζων μου ἡ μέμψις ἔσται, σοῦ, Κύριε, μὴ ἐπεξίοντος, ὡς εἴρηται· ὡς δὲ ἐσφαλμένος καὶ διαστροφὴν παθὼν οἴεται ὅτι τῆς γῆς ἐκβεβλημένος καὶ τοῦ προσώπου τοῦ Θεοῦ ἐκβληθήσεται. Κατὰ δὲ ἑτέραν διάνοιαν εἴη ἂν λέγων ταῦτα, ὅτι μεῖζόν μοι ἔσται κακόν, εἰ παραμένοιμι ἐν τῇ γῇ, σοῦ, ὦ Θεέ, μὴ ἀπολλύοντός με εἰς ἀνυπαρξίαν· εἰ γὰρ ἐκβάλλοις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι μηκέτι ὑπάρχων, ὅπερ εὐκτὸν αὐτῷ ὑπῆρχεν, ἐπειδὴ δὲ οὐκ ἐκβάλλεις με ἀπὸ τῆς γῆς–τοῦτο γὰρ προσυ- πακούειν δεῖ–, ἔσομαι στένων ἐν αὐτῇ καὶ τρέμων, 54 παν[τ]ο`̣ς τοῦ εὑρίσκοντός με ἀποκτενο<ῦ>ντος. Ὅτι δὲ οἱ πολλοί, ἐ[πειδὰ]ν γιγνώσκωσιν ἑαυτοῖς ἀμετρίαν σφαλμάτων, ἔχον[τές] πως ἔννοιαν ὡς μετελεύσεται αὐτὸς ὁ Θεός, αἱρετὸν [ἡγ]οῦνται τὸ μὴ εἶναι, ἀναισθησίαν παθῶν τοῦ ὑπάρχειν προτιμῶντε<ς>, εἴη ἂν σαφὲς ἐκ τοῦ εἰρημ[ένου] ὑπὸ τοῦ προφήτου περὶ τῶν προδότων Ἰησοῦ· "6Θελήσουσ[ιν ε]ἰ ἐγενήθησαν πυρίκαυστοι."6 Καὶ ἑτέρως δ' ἂν ἐπιβάλοι λέγον[τ]ος αὐτοῦ· "6Εἰ ἐκβάλλεις με"6, "6σήμερον"6 δ' αἰτοῦντος τόπον μετανοίας ἵν' ὑπερτεθῇ τὸ νῦν, "6σήμερον"6 εἰρημένον. Ἐβούλετο δὲ καὶ τέλει τῷ καλουμένῳ "6ἰδίῳ"6 πρὸς τοῦ Θεοῦ περιπεσεῖν, ἵνα μὴ παντὶ τῷ εὑρίσκοντι εἰς ἀναίρεσιν ὑποκείμενος ᾖ. Ἐρωτήσειεν ἂν τίνα δήποτε ἐδεδίει ὁ Κάιν εὑρήσοντα αὐτὸν καὶ ἀποκτενοῦντα, μηδενὸς ὅλως πλὴν αὐτοῦ καὶ τῶν τοκέων ὑπάρχοντος· π[ρὸ]ς ὃν εἴποι τις ὅτι πρῶτον μὲν ἔννοιαν ἔχων ὡς διαδοχῆς ἐσομένης ἀνθρώπων, ἐφοβεῖτο μὴ ὡς τοσοῦτον μίασμα ἐργασάμενος ὑπὸ τῶν ἐσομένων ἀναιρεθῇ ὡς βδελυκτὸς, τοῦ τοσούτου ἄγους 133 ε᾿̣πὶ καὶ τῶν γεννησομένων διαβαίνοντος, ἔπειτα δέ, εἰ καὶ μὴ τοῦτο, θείας δυνάμεις ἐτόπαζεν ἐκδίκους ἔσεσθαι τῆς ἀνοσιουργίας, ἃς εἰκὸς αὐτὸν καὶ ἑορακέναι μήπω τῆς κακίας κεχυμένης. Τὰ δὲ πρὸς ἀναγωγήν #561 ιῃ, 15. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάιν τοῦ μὴ ἀνελεῖν αὐτὸν παντὰ τὸν εὑρίσκοντα αὐτόν. Ἐπὶ μείζονα κόλασιν ἢ κατὰ τὴν ὑπόνοιαν τοῦ Κάιν τὴν ὅτι πᾶς ὁ εὑρίσκων αὐτὸν ἀποκτενεῖ αὐτὸν φυλάττων, τὸν τοῦ ἰδίου ἀδελφοῦ φονέα γεγενημένον, φησὶν ὁ Θεός· "6Οὐχ οὕτως"6· ἔστιν οὐχ αὕτη σο[υ] ἁρμόνιος ἡ δίκη τοῦ πλημμελήματος τὸ ὑπὸ ὁτουοῦν ἀναιρεθῆναι. Οὗτος γὰρ ἑπτὰ ἐκδικούμενα παραλύσειε, ὅπερ δηλοῖ τὴν τελείαν τιμωρίαν. Πολλάκις γὰρ ὁ ἑπτὰ ἀριθμὸς ἐν τῇ γραφῇ ἀντὶ τελειότητος παρείλημπται· τοῦτο δηλοῦται ὑπὸ τοῦ [λε]γομένου· "6Ἑπτὰ ὀφθαλμοί εἰσιν ἐπιβλέποντες ἐπὶ π[ᾶ]σαν τὴν γῆν"6· οὐ γὰρ δὴ σῶμά ἐστιν ὁ Θεός, ἵνα καὶ ὑπὸ τὸν ἑπτὰ ἀριθμὸν οἱ ὀφθαλμοὶ αὐτοῦ τυγχά- νωσιν, ἀλλὰ δῆλον ὡς τὴ[ν ἐ]ποπτικὴν αὐτοῦ δύναμιν πληρεστάτην καὶ μεγ[άλη]ν εἶναι διδάσκει. Ἄλλοι δὲ εἶπον ὅτι, ὥσπερ ὁ τοῦ [Σ]ωτῆρος ἄνθρωπος ἔσχεν ἑπτὰ πνεύματα ἐπαναπαυσόμενα, "6[π]νεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ"6, οὕτως ἕκαστος ἄνθρωπος, πρὸ τῆς ἁμαρτίας ἀνὴρ τέλειος ὤν, εἰς ὃν καὶ καταντῆσαι ἡμᾶς ὁ ἀπόστολος διδάσκων φησίν· "6ἄχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ"6, ἔχων ταῦτα 134 ἐπανα<πα>υσόμενα, εἰ ἁμαρτήσοι, παραλύσει αὐτά, περὶ ὧν ἐκδίκησις γενέσθαι ὤφειλεν πληρεστάτη καὶ κατάλ- ληλος. Σημειωτέον δὲ ὅτι

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.