In Genesim Unit 14 opening
Unit 14.
Lemma-led open — 6πᾶς ὁ ἀποκτείνας Κάιν
Greek
τὸ "6πᾶς ὁ ἀποκτείνας Κάιν"6 ἢ ἀντὶ κλητικῆς εἴρηται, ἀντὶ τοῦ "3ὦ Κάιν, πᾶς ὁ ἀποκτείνας"3, ἢ ἄλλοις περὶ αὐτοῦ, ἵν' ᾖ "3πᾶς ὁ τὸν Κάιν ἀποκτείνας"3, οὓς δυνάμεις τινάς τις ὁ λέγων οὐκ ἂν ἁμάρτοι. Ταῖς δ' αὐταῖς ταύταις "6σημεῖον"6 δέδωκεν "6τοῦ μὴ ἀνελεῖν αὐτόν"6, ὅπερ ἂν εἴη αὐτοῦ τοῦ Θεοῦ τὸ πρόσταγμα· οὐ γάρ τι τῶν τοιούτων κριμάτων χωρὶς συγχωρήσεως γίνεται. *** –ηυιτ λιγνες εν βλανξ– Σημεῖον ἔθετο τὴν μετὰ τὰ πταίσματα ῥο[πὴν τ]ῆς μετανοίας, καθ' ἣν οὐκ εὐχείρωτος ἔσται πρ[ὸς ἀν]αίρεσιν. Μέγα μὲν γὰρ ἀγαθὸν τὸ μὴ πταῖσαι· τὸ δὲ μ[ε]τὰ τὰ πταίσματα ἐν μεταγνώσει γενέσθαι δεύτερος ἂ[ν] εἴη λιμήν, ὅπερ οἰκονομῶν ὁ Θεὸς <διὰ> διδασκαλίας διεγείρει πρὸς τὸ μὴ ὑποπεσεῖν τῷ ἀπατεῶνι. Τοιαύτην τὴν διάνοιαν ὑποβάλλει τὸ ἐν ψαλμοῖς λεγόμενον· "6Ἐσημειώθη ἐφ' προσώπου φῶς τὸν Υἱὸν ἢ τὰς ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε"6, ὅπερ θείας ἔννοιας λέγων οἰκείως ἐρεῖς. Οὕτω γὰρ ἂν καὶ τὸ φυγεῖν ἀπὸ προσώπου τόξου 135 γενήσεται, τοῦ προσώπου τοῦ Θεοῦ ἐν ἡμῖν, ὡς εἴρηται, ὑπάρχοντος· καὶ τὸ ἑξῆς δὲ ἐπιφερόμενον βεβαιοῖ· "6Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου"6. Φιλανθρωπίᾳ 55 οὖν καὶ ἀγαθότητι ὁ Θεὸς καὶ τοῖς μεγάλα σφαλλομένοις τόπον μετανοίας δίδωσιν, ἵνα πάλιν ἀνάλη<μ>ψις τῆς ἀρετῆς γένηται. ιῃ, 16. Ἐξῆλθεν οὖν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ. Τὸ ἐξελθεῖν τὸν Κάιν ἀπὸ προσώπου τοῦ Θεοῦ οὐ τοπικῶς ἐκλαμβάνοντές φαμεν ὅτι πᾶς ἁμαρτάνων ἔξω Θεοῦ γίνεται, ἐπεὶ καὶ τὸ εἰσελθεῖν πρὸς τὸν Θεὸν οὕτω νοοῦμεν, λέγοντος τοῦ ψαλμοῦ· "6Εἰ[σ]έλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει"6· εἰσέρχεται δέ τις ἐνώπιον Θεοῦ τὰ ἔξω πάντα καταλιπών, ἁμαρτήματά τε καὶ τὰ αἰσθητὰ πράγματα, καὶ ἄλλος τοῦ κόσμου γινόμενος, ἵν' οὕτως τῆς περὶ Θεοῦ γνώσεως μέτοχος γένηται. Λέγεται οὖν ἐνταῦθα· "6Ἐξῆλθεν Κάιν ἀπ̣[ὸ] προσώ- που Θεοῦ"6, καὶ οὐ λέγομεν ὅτι τόπος τίς ἐστιν, ἐν ᾧ ὁ Θεὸς ὑπάρχει, ἐν ᾧ Κάιν ὑπάρχων ἐξῆλθεν· ἀπερίγραφ[ος] γὰρ ὁ Θεὸς καὶ τόποις οὐχ ὑποκείμενος, εἰ καὶ ναὸς ὕστερον γέγο[νεν], συμβολικῆς λατρείας ὑπάρχων διδα- σκαλία. Ἐξῆλθεν οὖ[ν] Κάιν, ἀνάξιον ἑαυτὸν καταστήσας τοῦ προσώπου τοῦ Θεοῦ, ἀνεννόητος λοιπὸν αὐτοῦ γεγενημένος. Περὶ τῶν τοιούτων εἴρηται· "6Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ"6, καὶ περὶ τῶν υἱῶν Ἠλὶ λέγεται· "6Υἱοὶ Ἠλὶ οὐκ εἰδότες τὸν Κύριον"6· καὶ γὰρ εἰ προσεκαρ- τέρουν τῷ ναῷ, ἀλλὰ τῇ διαθέσει καὶ τοῖς ἔργοις ἔξω ἐτύγχανον αὐτοῦ. Ὅτι δὲ Κάιν οὕτως ἐξῆλθεν, τὸ ἐπιφερόμενον παρί- στησιν· "6Καὶ ᾤκησεν"6 γάρ φησιν "6ἐν γῇ Ναῒν κατέναντι Ἐδέμ"6 "3Σάλος"3 γὰρ ἡ Ναῒν ἑρμηνεύεται· ποῦ γὰρ 136 ἔδει τὸν ἀποστάντα τῆς εἰρηνικῆς ἀρετῆς οἰκεῖν ἢ ἐν τῇ "3σάλῳ"3, ἀστάτῳ πράγματι καὶ ἀβεβαίῳ, ὅπερ ἐστὶν ἡ κακία; Εὖ δὲ καὶ τὸ κατέναντι· ἐναντία γὰρ τῇ ἀρετῇ ἡ κακία. Μεμνήμεθα τοίνυν ὡς, ὅτε διελαμβάνομεν περὶ τῆς ἐκβολῆς τοῦ Ἀδάμ, ἐσημειωσάμεθα ὅτι ἐκβέβληκεν αὐτὸν οὐκ ἀφ' ἑαυτοῦ ἐξελθόντα, ἀλλὰ ἔτι ἔχοντα ἔναυσμα πόθου τῆς διατριβῆς τοῦ παρ<α>δείσου τῆς τρυφῆς· διὸ καὶ κατέναντι τούτων αὐτὸν κατῴκισεν, οἷον αὐτὸς καὶ τὴν οἴκησιν οἰκονομήσας. Τοῖς γὰρ μὴ μεγάλα ἁμαρτάνουσιν, ἐπεὶ οὐ πόρρω ἡ ἀρετὴ ἐνυπάρχει, δίδοταί τις πρόφασις ταχεῖαν τὴν ὑποστροφὴν ὑποδεικνύουσα, πρὸς Θεοῦ διδο- μένη, ὅπερ ἐπὶ τοῦ Κάιν οὐκ εἴρηται. Οὔτε γὰρ κατῴκισται οὐδὲ ἐκβέβληται, προθύμῳ πόθῳ πρὸς τὸ κακὸν ἀπολι- σθήσας· διόπερ καὶ "3σάλον"3 οἰκεῖ, ἀδιαστάτως ταρατ- τόμενος, ἐπεὶ [τ]οῦτο ἐπόθησεν, τοῦ ἐναρέτου βεβαίου ὑπάρχοντος, διὰ [τὸ στ]άσιν ἔχειν ἰσχυράν, ὡς καὶ μετὰ Θεοῦ στῆναι δύνασθαι [κα]τὰ τὸ εἰρημένον· "6Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ"6, καὶ ὑπὸ τοῦ [Σ]ωτῆρος περὶ τῶν θανάτου μὴ γευομένων· "6Εἰσί τινες τῶν ὧδε ἑστηκότων"6, οἵτινες ἦσαν οἱ γνώριμοι αὐτοῦ. Ἀ[λ]λὰ καὶ Παῦλος προτρέπων μὴ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.