In Genesim · §u15-rem-mid

Unit 15 rem mid

Rem mid: Unit 15; lemma continues; reading with the letter.

Greek

"6ἐπὶ τῆς γῆς"6 λέγειν τούτους πεπλη- θύνθαι· γήϊνα γὰρ φρονοῦντες εὐτελεῖς ἦσαν καὶ τοῖς πολλοῖσμᾶλλον οἰκειότεροι· οὐ γὰρ ἐν οὐρανῷ οὗτοι, ἀλλ' ἐπὶ γῆς. Εἰκότως δὲ "6καὶ θυγατέρες αὐτοῖς ἐγεννήθησαν αὐτοῖς"6· θηλυτόκον γὰρ ἠμελημένον ὁ φαῦλος. ῃι, 2. Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων <ὅτι καλαί εἰσιν>, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πάντων ὧν ἐξελέξαντο. Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί· διόπερ ὁ χωρὶς 151 τῆς̣ εἰς τὸν Θεὸν ἐλπίδος τῇ συζυγίᾳ χρώμενος [ἑ]αυτῷ καὶ οὐκ ἐκ Θεοῦ δέχεται, ἐπεὶ καὶ τῷ Ἀδὰμ ὁ Θεὸς [τὴ]ν γυναῖκα ἤγαγεν. Ὠφέλιμον οὖν καὶ τὸ ῥητὸν πρὸ[ς τ]ὸ μὴ χωρὶς Θεοῦ τι ποιεῖν. Ὁ γὰρ τὸν τίμιον γάμον σπου- δάζων οὐκ εἰς πλοῦτον ὁρᾷ, οὐκ εἰς εὐγένειαν, οὐκ εἰς εὐμορ[φίαν], ἐὰν ἀκόλαστος ᾖ. Οὕτω καὶ ὁ ἅγιος Ἀβραὰμ ἐ[κπ]έμπει τὸν ἑαυτοῦ παῖδα πρὸς μνηστείαν τρόποις [···]ομένην δέξασθαι τῷ Ἰσαὰκ προστεταγμένος. Ἀμέλει γοῦν καὶ τὸ συγγραφικὸν Πνεῦμά φησιν περὶ αὐτῆ[ς·] "6Παρθένος ἦν· ἀνὴρ οὐκ ἔγνω αὐτήν"6, διὰ μὲν τοῦ "6π[αρθ]ένος ἦν"6 καὶ τὴν τῆς ψυχῆς δεικνὺς καθαρότητα, διὰ δὲ τοῦ "6ἀνὴρ οὐκ ἔγνω αὐτὴν"6 αὐτὸ τοῦτο τὸ τοῦ σώμ[ατ]ος ἀδιάφθορον. Καὶ ὅτι οὐ πᾶς γάμος ἐκ Θεοῦ ἐστιν, γρ[ά]φει Παῦλος· "6Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις"6, ὅπερ οἰκείως ἐν ἀρχῇ τοῦ κηρ̣ύγ̣μ[α]τος προσέταττεν, εἰ καὶ φαίνεται ὁ Παῦλος ·····[·] "6Εἴ τις γυναῖκα ἔχει ἄπιστον"6· δῆλον γὰρ ὅτι πρὸ πίστεως ἦσαν συναφθέντες, οὓς οὐκ ἐβούλετο διαιρεῖσθαι μετὰ τὴν πίστιν ἵνα μὴ ὁ λόγος ἐμποδίζηται. Καὶ πρὸς ἀλληγορίαν δὲ γνώμην καὶ εὐσέβειαν καὶ σοφίαν συνάπτει Θεὸς ἀνδρί, ἵν' ἀπογεννήσῃ ἀρετάς· "6Ἡ σοφία"6 γοῦν "6τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ Σολομὼν δέ φησιν περὶ τῆς σοφίας· "6Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6 καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ. Ταύτην τὴν γυναῖκα ὁ Θεὸς ἁρμόζει· ὁ γὰρ "6Κύριος δίδωσιν σοφίαν"6. Οὗτοι οὖν περὶ ὧν τὰ προκείμενα ἑαυτοῖς ἔλαβον γυναῖκας, οὐκ ἐκδεξάμενοι παρὰ Θεοῦ το[ῦτο] γενέσθαι. Τοῦτο γὰρ αὐτῶν ἐλέγχει τὴν ἄλογον ἐπιθυμίαν ὅτι πρὸς 152 εὐμορφίαν ἔβλεψαν· τὸ γὰρ "6καλαὶ"6 τοῦτο σημαίνει. Ζητ[ε]ῖται παρὰ πολλοῖς πότερον ἄγγελοι φύσει συνεμίγησαν ταῖς γυναιξὶν ····ν ἕτερον ἔχει τὸ λεγόμενον. Ἔ[νιο]ι μὲν οὖν φασιν ἡδυπαθεῖς δαίμονας ἐρασθέντας [σ]ωμάτων γυναιξὶν συνεύνασθαι, ἀλλὰ τοῦτο νοεῖν κωλύει ἡ γενομένη ἐξ αὐτῶν σύλλημψις· οὐ γὰρ οἷόν τ[ε] ἀνθρώ- πων διαδοχὴν ὑπᾶρξαι οὕτως. Ἕτεροι δέ φασιν ὅτι [ἄγ]γελοι τῶν σωμάτων ἐπιθυμήσαντες αἰσθήσει συνε[πλ]α´̣κησαν Θεοῦ τοῦτο οἰκονομοῦντος, ἵνα κορεσθέντες τοῦ πόθου ἐπιστρέψωσιν εἰς ὃ καταλελοίπασιν, ἀλλη- γο[ρο]ῦντες δὲ τὰς γυναῖκας εἰς τὴν αἴσθησιν καὶ τὰ σώματα τοῦτό φασιν, ἐξ ὧν γίγαν[τας τ]οὺς λογισμοὺς καὶ πράξεις ἀπεγέννησαν. Εἰσὶ δ' οἱ φάσκοντες ὡς δαίμονες δι' ἡδυπαθείας ὀργάνῳ χρῶνται φαύλοις ἀνθρώποις, δι' ὧν ὥσπερ οἷόν τε συνεῖναι γυναιξίν, τῇ ἀπ' ἐκείνων ἁμαρτίᾳ αὐτοὶ ἡδόμενοι. ῃι, 3. Καὶ εἶπεν Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς 62 ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ τοῦ Θεοῦ Πνεῦμα παραμένει ἐν τοῖς ἀνωτέρω χωρήσασιν τῶν ὑλικῶν, δι' ἃ σάρκες λέγονται οἱ προσπελ[άζ]οντες αὐτοῖς, σαρκῶν νοουμένων τῶν ὑλικῶν καὶ ἐμπαθῶν καταστάσεων. Οὐ γὰρ τὴν πρόχειρον σάρκα λέγει· οὕτω γὰρ ἂν συνέβ[α]ινεν μηδένα ἄνθρωπον μετέχειν τοῦ Πνεύματος τοῦ Θεοῦ. Ὅτι δὲ [ἔσ]τι[ν] ἄλλη 153 σὰρξ παρὰ ταύτην τὴν ὁρ[ω]μένην ἣν περικείμεθα, Παῦλος γράφει· "6Τὸ φρόνημα τῆς σαρκ̣[ὸς] ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδ[ὲ γ]ὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν- ται"6· εἰ γάρ τις σάρκα λάβοι τὴν ὁρωμένην, πολλοὶ σὺν αὐτῇ Θεῷ [ἤρε]σαν, οἱ ἅγιοι πάντες. Καὶ πάλιν λέγων "6Ὑμεῖς δὲ οὐκ ἐστὲ [ἐν σ]αρκί, ἀλλ' ἐν πνεύματι"6, τὴν ψεγομένην σάρκα σημαίνει· ἐν σαρκ̣[ὶ γὰρ ἦ]σαν ἔτι, 152 τοῦτο τῷ ζῆν ἔχοντες. [152]Εἶτα λέγεται σὰρξ ἣν περικείμεθα καὶ τὸ ἄλογον ζῷον καὶ ὁ ἄνθρωπος· 153 "6Ἐκχεῶ 153γὰρ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, ἀντὶ τοῦ ἐπὶ ἀνθρώπους, "6καὶ ὄψεται πᾶσα σὰρξ τὸ [σω]τήριον τοῦ Θεοῦ"6. Λέγεται δὲ καὶ ἡ λέξις τῆς γραφῆς σάρξ· "6Ἡ σὰρξ"6 γάρ φησιν "6οὐκ ὠφελεῖ οὐδέν, τὸ πνεῦμά ἐστι τὸ ζωοπ[οι]οῦν"6. Ψιλῶς γὰρ ἡ γραφὴ λαμβανομένη καὶ αἰσθητῶς οὐ [ζω]οποιεῖ, ὡς εἰ λέγοιμεν ὅτι καὶ ὁ κατὰ γεωμετρίαν σχήματα π[οιῶ]ν ὠφελεῖ, ὁ δὲ μόνον ἄνευ λόγου τοῦτο ποιῶν ἐλάττων ἂν εἴη ζωγράφου.

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.