In Genesim · §u15-rem-close

Unit 15 rem close

Rem CLOSEOUT: Unit 15 CLOSEOUT.

Greek

152 Ἐπεὶ οὖν πολλοὶ οἱ ἄνθρωποι γεγενημένοι φαυλ[ότη]τος ἦσαν πλήρεις, οὐ μὴ κατοικήσει, φησίν, τὸ πνεῦμά μου ἐν αὐτοῖς· "6Ἅγιον γὰρ πνεῦμα παιδεί[α]ς φεύξεται δόλον"6· χείριστον δὲ πάθος ὁ δόλος· ἀπρονοή- τως γὰρ βλάπτει. Τὸ δ' "6εἰς τὸν αἰῶνα"6 σημαίνοι ἂν τὸ διὰ βίου αὐτῶν ὁπόσον τοιοῦτοί εἰσιν. Τούτω̣ ἰσοδυναμεῖ τὸ "6οὐ [μ]ὴ φαγῶ κρέας εἰς τὸν αἰῶνα"6. Εἴτ' οὖν ἄνθρωποι ὑπὸ δαιμόνων ἐλαυνόμενοί εἰσιν 153 θυγατέρας δεξάμενοι, εἴτε, ὡς προαποδέδοται, οἱ ἄγγελοι αἰσθήσεων ἐπιθυμηταί, οὐδὲν τούτοις τὸ πνεῦμα καταμένει. Ὅσοι γὰρ πάθει καὶ ἁμαρτήμασιν ἐπὶ τούτῳ ἦλθον, δῆλον ὡς ἀμετόχως ἔχουσι π[ν]εύματος θείου· οὐδὲ γὰρ οἱ διὰ βοήθειαν ἐλθόντες πνεύματος θείου στέρονται. Εἰ δέ τις ξενίζοιτο ἐπὶ τῷ τὰς ψυχὰς ἀγγέλους εἰρῆσθαι, οὐ δεῖ θαυμάζειν· τὸ γὰρ νοερὸν ἀμφοτέρων ταὐτόν, κἂν ἄγγελος λεπτὸν ἔχῃ σῶμα, ὁ δὲ ἄνθρωπος παχύ· κοινὸν γὰρ ἀμφοτέροις τὸ Θεῷ ἀρέσκειν, ἐπεὶ καὶ τὸ τῆς λογικῆς φύσεως κοινόν. Εἰ δὲ καὶ ἔνστασίν τις κομίζοι ὅτι πῶς αἱ προϋπάρχουσαι ψυχαὶ σωμάτων ἐπεθύ- μησαν, ὧν οὐκ ᾔδεσαν, πρὸς ὃν λεκτέον ὅτι τὸ ἐπιθυμεῖν λέγεται πολλάκις οὐχ ὡς πάντως τοῦτο εἰς ὃ αἱ πράξεις ἄγουσιν ἐπιθυμεῖν. Πολλάκις γοῦν καὶ ἐπιτιμῶντες τοῖς οὐ καλῶς πολιτευομένοις [ὅτι] "3ἐπιθυμεῖς ἀπολέσθαι"3, οὐ τοῦτό φαμεν ὅτι "3αὐτὸ τοῦτο ποθεῖς"3 ἀλλὰ "3τοιαῦτα πράττεις ἃ ἄγει σε εἰς ἀπώλειαν"3. Εἰ οὖν τις λέγοι ὅτι ἐπεθύμησαν αἱ ψυχαὶ σώματα, οὕτω δεῖ δι[ανο]εῖσθαι ὅτι τοιαύτης καταστάσεως ὑπήρξαντο, ἥτις χρε[ία]ν εἶχεν 154 τῆς ἐν σώματι διαγωγῆς, ἀναξίων αὐτῶν οὐσῶν μετὰ πράξε[ω]ν τοιούτων ἐν χ̣ωρίῳ εἶναι μὴ τοιούτῳ. ῃι, 3. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν ε[ἴκ]οσι ἔτη. Πᾶν ὃ ποιεῖ καὶ λέγει Θεός, κρίσει τιν[ὶ] ἀληθινῇ καὶ πο[ι]εῖ καὶ λέγει. Ἐπεὶ οὖν ὡς ἀναγκαῖον λέγ[ει τ]ὸ "6ἔσονται αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι"6, οὐ φα[ίνε]ται δὲ τοῦτο, ἀναγκαῖον ἑτέρως θηρεῦσαι τὴν τοῦ προ[κει]- μένου διάνοιαν. Οἱ παραλαμβανόμενοι ἐν ταῖς γραφαῖς ἀριθμοὶ οὐχ ὡς ἔτυχεν παρελήμφθησαν, ἀλλὰ λόγου τινὸς χ̣[άρ]ιν· πολλάκις οὐδ' οἰκείως τῇ ἱστορίᾳ εἰσά- γονται, λόγου τ[ιν]ὸς ἕνεκα παραλαμβανόμενοι. Τὸ γὰρ εἰπεῖν "6Κατέλιπον [ἐμ]αυτῷ ἑπτακι<σ>χιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν [γό]νυ τῇ Βαὰλ"6 τὴν ἱστορί[αν] οὐκ ἔχον–οὐδὲ γὰρ ἐλάνθανον τοσοῦτοι τὸν ἅγιον– διε̣λήμφθη τῆς διανοίας χάριν δηλούσης ὅτι πᾶς ὁ ὑπερβὰς τὰ αἰσθητὰ καὶ τὸν ἐν ἓξ ἡμέραις γενάμενον κόσμον, ἐν τῇ ἑβδομάδι τῇ ἀνα̣γ̣ω̣γικῇ γεγενημένος, ὑπὸ τοῦ Θεοῦ καταλείπεται σκοπὸς τῶν ἄλλων καὶ ὄφελος. Οὕτω καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὴν 63 γένεσιν το̣υ῀̣ κ̣όσμου παρείλημπται ὡς τέλειος, καθὰ καὶ ἐν τοῖς φθάσασιν εἴρηται. Καὶ τὸ "6Ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖται"6 οὐ διὰ τὸν ἀριθμὸν ἢ διὰ τ̣ο`̣ τ̣οσαυτάκις ῥύεσθαι ἀπὸ ἀναγκῶν εἴρηται, ἀλλ' ἐπεί, ἕως τις ε᾿̣ν̣ τοῖς πράγμασιν τοῦ ἐν ἓξ γενομένου ἐστίν, ὑπὸ ἀνάγκας ἐστ̣ίν, οὕτως εἴρηται· τῆς κατα- παύσεως, ἣ διὰ τοῦ ἑβδόμου δηλοῦται, κάθ̣α̣ρ̣σιν οὐκ ἔχουσιν, ὡς εἴρηται τοῖς μαθηταῖς πρὸς τοῦ Σωτῆρος· "6Οὐχ [ὑμεῖς] ἐστὲ ἐκ τοῦ κόσμου τούτου"6 ὑπερβάντες τὰς ἐν αὐτῷ [ἀνά]γκας. Ταῦτα δὲ προκατεσκευάσθη πρὸς τὸ δειχθῆναι ὡς οὐ μάτην ὁ ἑκατὸν εἴκοσι ἀριθμὸς ἐνταῦθα παρείλημπται· 155 δεῖ δὲ καὶ τοῦτο ἐπ̣ιτηρεῖν, ὅτι ἡ γρα[φὴ] παραλαμβάνουσα τοὺς ἀριθμοὺς συνάπ̣τ̣ε̣ι αὐτοῖς οἰκεῖα ὡ[ς ἐπ]ὶ τοῦ ἐν ἓξ ἡμέραις κόσμου γεγενημένου. Λάβωμέ[ν τι] παρά- δειγμα. Οὐ γὰρ φέρε εἰπεῖν ἐν ἓξ ἀγγέλοις ἢ ἐ[ν ἓξ] μονάσιν ἢ ἐν ἓξ ἀνθρώποις <π>εποίηκεν ὁ Θ̣εὸς τὸν κόσμον· χ[ρόνος] γὰρ ἐδηλοῦτο. Προσφόρως οὖν ἐν ἓξ ἡμέραις εἴ[ρηται δ]ιὰ τὸ ἕπεσθαι τῇ γενέσει χρόνον, οἰκείως τῇ ἡμ[έρᾳ συγχ]ρώμενος, ἵνα μὴ ἔτη ἢ μῆνας ἢ ὥρας· τὸ μὲ[ν γὰρ ἀ]νάξιον τοῦ Θεοῦ, τὸ δὲ ἀτελοῦς ὄνομα· μὴ γὰρ εἰδ[ότες ἡ]μέραν τί ἐστιν, ὥραν ἠγνοοῦ- μεν. Καὶ ἐνταῦθ[α δέ], ἐπεὶ περὶ ζωῆς ἦν, ἐτῶν ἐμνη- μόνευσεν. Κα[ὶ ··· ὁ] πολὺς λέξει ὡς συντέμνων ὁ Θεὸς αὐτῶν τὴν [ζωὴν] εἰς ἑκατὸν εἴκοσι αὐτὴν περιέστησεν, τῶν π[ροτέρ]ων πολλοῖς ἔτεσιν ἐπιβιούντων· ἀλλὰ τοῦτο [οὐ προ]σῆκεν· φαίνονται γὰρ πλείονα ἔτη ζήσαντες. Ἴ[δωμε]ν τοίνυν τὸ ἰδίωμα τοῦ ἀριθμοῦ. Λέγεται τοίνυν ὅ[τι οὗτος] ὁ ἀριθμὸς ἐκ τῶν ἑαυτοῦ μερῶν συντεθέντων δι[πλασιά]ζεται· ἐὰν γὰρ συντεθῇ τὸ ἥμισυ, ὅ ἐστιν ἑξήκον[τα, τρ]ίτον ˉμ, τέταρτον ˉλ, πέμπτον εἴκοσι τέσσερα, ἕκτο[ν] εἴκοσι, ὄγδοον δέκα πέντε, δέκατον ˉιˉβ, δωδέ- κατ[ον] ˉι, πεντεκαιδέκατον ὀκτώ, εἰκοστὸν ˉϛ εἰκοστο- τέ[ταρ]τον πέντε, τριακοστὸν τέσσερα,

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.