Unit 16 rem close
Rem CLOSEOUT: Unit 16 CLOSEOUT.
Greek
δεόντως εὗρεν, τῶν μὴ ὃν δεῖ τρόπο[ν] ζητούντων οὐχ εὑρισκόντων· "6Ζητήσουσίν με"6 γάρ φησιν "6κακοὶ καὶ οὐχ εὑρήσουσιν"6. Ἐντεῦθεν δὲ γνωρίζεται ὅτι καλῶς ἐζήτησεν ἐκ τῆς τοῦ Θεοῦ ἐπικρίσεως καὶ δωρείας, ὅταν ὥσπερ ἐπισφραγίζων αὐτὸς τὴν χα´̣ριν δῷ· "6Οὐ"6 γὰρ "6τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντ̣ο̣ς 163 Θεοῦ"6, καὶ "6Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν̣ οἱ οἰκοδομοῦντες αὐτόν"6. ῃι, 9. Αὗτ̣αι δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν Νῶε. Τοῦ δικαίου ἡ γενεαλογία οὐκ ἔστιν τοσοῦτον ἐξ ἀνθρώπων ὅσον ἐξ ἀρετῶν· αὗται γὰρ αὐτοῦ προηγούμενα γεννήματα. Τοῦτό τοι διδάσκει τὸ συγγραφικὸν πνεῦμα· προκειμένου γὰρ ὄντος τοῦ τὰς γενέσεις τοῦ Νῶε εἰπεῖν, ἐπήνεγκεν· "6Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν"6. Τί δὲ δηλοῦται ἐκ τοῦ "6τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ"6, ἴδωμεν. Καὶ κατὰ μὲν πρώτην ἀπόδοσιν λέγοι ἂν ὅτι, τῶν ἀνθρώπων τῶν κατ' αὐτὸν αὐτοῦ καιρὸν εἰς ἄμετρον κακίαν ἐπιδεδωκότων, ἐκ τῆς πρὸς αὐτοὺς συγκρίσεως τέλειος ἦν, ὅπερ οὐ μέγα τυγχάνει, εἰ πρὸς ἀπεγνωσμένους συγκρίνοιτο, τάχα δυναμένου λεχθῆναι ὅτι τῶν σὺν αὐτῷ εἰς τὴν κιβωτὸν εἰσελθόντων διαφέρων τέλειος ἐλέγετο· καὶ γὰρ εἰκὸς αὐτοὺς εἶναι τοιούτους ἐκ τῆς πρὸς τὸν ἅγιον συνηθείας. Λεχθείη δὲ καὶ οὕτως· γενεὰ τοῦ δικαίου ἐστὶν ἡ 67 ὁμοιοτροπία, καὶ τοῦτο σημαίνεται ἐκ τοῦ "6Αὕτη ἡ γενεὰ ζητούντων αὐτόν"6· εἰπὼν γὰρ "6Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ"6 καὶ τὰ ἑξῆς, ἐπήγαγεν· "6Αὕτη ἡ γενεὰ ζητούντων αὐτόν"6, τοὺς τῇ αὐτῇ κεκοσμένους ἀρετῇ μίαν γενεὰν εἰπών. Τούτῳ κατὰ τὸ ἐναντίον ἀναλόγως ὅμοιόν ἐστιν τὸ λεγόμενον· "6Υἱοὶ τοῦ αἰῶνος το[ύ]του φρονιμώτεροί εἰσιν τῶν υἱῶν τοῦ φωτὸς ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν"6· γενεὰ γὰρ τῶν τοιούτων ἡ ὁμοία κατάστασις καὶ πολιτεία. ∆εῖ δὲ οὕτως ἀκούειν τέλειον ὡς ἐν ἀνθρώποις, ὅπερ τέλειον ὁ Παῦλος ἐκ μέρους γιγνώσκειν ἔφη, λέγων περὶ τοῦ τελείου· "6Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους 164 καταργηθήσεται"6· πᾶσα ἡ ἐν ἀνθρώποις κατορθουμένη τελειότης ὡς πρὸς τὸ ἐν τῷ μέλλοντι αἰῶνι τέλειον ἐκ μέρους ἐστίν. Καὶ ἔστω ἐπὶ παραδείγματος σαφὲς τὸ λεγόμενον· ὁ ἐν τοῖς πρώτοις γράμμασιν τέλειος ὡς πρὸς τὸν γραμματικῶν λόγων ἀκούοντα ἀτελής ἐστιν. Καὶ αὐτὸς δὲ ὁ Ἀπόστολος λέγων "6Ἐκ μέρους γιγνώσκομεν καὶ ἐκ μέρους προφητεύομέν"6 φησιν περὶ ἑαυτοῦ καὶ τῶν ὁμοίων· "6Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν"6, καὶ "6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις"6· ὡς γὰρ πρὸς τὴν ἐντῷ μέλλοντι, ὡς ἔφαμεν, γνῶσιν "6πρόσωπον πρὸς πρόσωπον"6 οὔσαν ἀτέλης ἡ ἐνταῦθα ὑπάρχει πολιτεία, κἂν εἰς ἄκρον φθάσασα τυγχάνῃ. Τὸ δὲ δίκαιον καὶ τὸ τέλειον καὶ τὸ εὐαρεστεῖν τῷ Θεῷ περὶ τοῦ Νῶε λεγόμενον ἅμα ἐκλαμβάνειν δεῖ, κἂν τὰ ῥήματα τάξιν ἔχῃ· "6δίκαιος"6 γὰρ καὶ "6τέλειος ὢν"6 τὴν πρὸς Θεὸν εἶχεν εὐαρέστησιν· προεπινοεῖται δὲ τῆς εὐαρεστήσεως τὸ τέλειον καὶ δίκαιον· οὐ γὰρ ὅτι εὐηρέ- στησεν, γέγονεν δίκαιος καὶ τέλειος, ἀλλ' ὅτι δίκαιος καὶ τέλειος ἀνεφάνη, ἀποδέδεικται εὐαρεστῶν τῷ Θεῷ. Εἰ δὲ καὶ τηλικαύτης ὑπάρχων ὁ Νῶε καταστάσεως ἄνθρωπος εἴρηται, οὐ δεῖ ξενίζεσθαι, πολλάκις ἡμῶν παρατηρησαμένων ὅτι πλείονα σημαίνει τὸ τοῦ ἀνθρώπου ὄνομα· οὐ γὰρ ἐπὶ ψεκτοῦ μόνου, ὡς εἴρηται· "6Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;"6 καὶ περὶ τοῦ ἐπ[ι]σπείροντος δὲ διαβόλου κακὰς ἐννοίας εἴρηται· "6Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν"6· ἐνταῦθα δὲ πρὸς τῷ τὴν φύσιν δηλοῦν ἔτι καὶ τὸν κυρίως ἄνθρωπον σημαίνει τὸν σῴζοντα τὸ "6κατ' εἰκόνα"6. Εὖ δὲ καὶ τὸ "6τέλειος ὢν τῷ Θεῷ εὐηρέστησεν"6· 165 ἤδη γὰρ τελειότητος ἐπειλημμένος εὐηρέστησεν τῷ Θεῷ, οὐ παντὸς εὐαρεστοῦντος τῷ Θεῷ εὐαρεστοῦντος, ἀλλ' ἐσθότε, καὶ δικαίοις ἀνδράσ[ι] καὶ ἄλλως ἀνθρώποις· καὶ γὰρ εἰ ἐπαινεῖται ὁ δικαίῳ ἀρέσκων, ἀλλ[ὰ] μετὰ τὸ τῷ Θεῷ ἀρέσκειν. ῃι, 10. Ἐγέννησεν δὲ Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφετ. Τρεῖς μὲν υἱοὺς ἐγέννησεν καὶ τοσούτων γέγονεν πατὴρ ὁ Νῶε· οὐδὲ γὰρ πρὸ τούτου εἴρηται ἐσχηκέναι ἄλλο τέκνον. Καὶ τὸ μὲν ῥητὸν φανερόν· εἰ δὲ πρὸς ἀναγωγήν τις βλέποι, λέγοι ἂν ὅτι δύο τις γεννῶν ὑλικῆς ἕξεως ἂν εἴη σύμβολα τίκτων· τὰ γὰρ δύο τῇ ὕλῃ οἴκεια· διαιρετὴ γὰρ αὕτη· ὁ δὲ τριαγεννητικὸς τέ<λειος> λέγεται πρῶτος ὢν ἄρτιος εἰκόνα φέρων
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.