Unit 16 rem mid
Rem mid: Unit 16; lemma continues; reading with the letter.
Greek
διενοήθη καὶ μετε[μελήθη] ὡς περὶ ἀτρέπτου [νοή]σομεν. Ὅνπερ γὰρ τρόπον καὶ ἄ[νθρωποι τὴν] ἔμφασιν παρασ[τῆσαι] βουλόμενοι τοῖς ὑφ' ἑαυτῶν διδ[ασκομέ]νοις ἁμαρτη´̣μ̣α̣τ̣[ος ὅτι] μεγάλως ἐσφάλησαν καὶ ἀνάξι[οί εἰσι] μαθημάτων λέ[γουσι]· Μετεμελήθην ὅτι τὰ τηλικαῦ[τα σοι π]αραδέδωκα, εἰς ἐ[πίγνω]σιν τοῦ πταίσματος αὐτὸν ἀγαγ[όντες, τ]ὸν αὐτὸν τρόπον [καὶ ὁ] Θεὸς οὐ πάθος ὑπομένων μετα[μέλεσ]θαι λέγεται, ἀλ[λὰ δι'] ἔμφασιν τοῦ μεγέθους τοῦ ἁμ[αρτή- μ]ατος. Οὐδὲ γὰρ ἠγ̣[νόει ὅ]τι τοιοῦτοι ἔσονται, ἀγαθότητι δ[ὲ ἐθε]ώρει εἴ πως ἐκ τῶ[ν νό]μων τῶν κατὰ διάνοιαν ἐπιγρα[φέντων]. Εἰκόνι δὲ χρησο´̣[μεθα] πρὸς τὸ μὴ αὐτοῦ εἶναι πάθος το[ῦ Θεοῦ ἀ]λλὰ τῶν μεταβαλ[λομέ]νων τοιαύτῃ. Ἔστω τις σοφὸς ε[····]·ιοις πάλιν ·····[····] τιθέμενος, εἰ συμβαίη τινὰς τ[·····]ιδων ········· [····] καὶ διὰ τοῦτο ἀποκλήρους, οὐκ αὐτ[ὸς ἐπὶ] τῶν 161 μετ̣αβληθ[έντων] τ]ῇ γνώμῃ μετέβαλεν, εἰς τοὺς δικαίους μόνους ἐλθούσης τῆς] περιουσίας· τοῦτον γὰρ ἐξ ἀρχῆς εἶχεν τὸν σκοπόν. Εὖ δὲ τὸ "6ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς"6· οὐ γὰρ εἰς ἀνυπαρξίαν αὐτὸν περιάγει, οὐδὲ κατὰ ψυχὴν ἀπαλείφει, ἀλλ' ἀπὸ γῆς. Οὐ τοῦτο δὲ μόνον ἔργον ἐστὶ Θεοῦ τό, ἐπιπολασάσης κακίας, ἀναιρεῖν τοὺς ἀνθρώπους, ἀλλὰ καὶ διὰ συμβόλου ἀπόλλυσιν τὸν ἐν τῇ γῇ κατοικοῦντα φαῦλον ὄντα· κάτοικος γὰρ γῆς ὁ φαῦλος, τοῦ ἁγίου οὐ κατοίκου ἀλλὰ παροίκου τυγχάνοντος. Οὕτω γοῦν καὶ ἐν Ἰερεμίᾳ λέγεται· "6Ἐκκαυ-θήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς"6, τοὺς ῥιζώσαντας ἐπὶ γῆς, ὅπερ οὐ παθὼν ὁ ἅγιός φησιν εὐχαριστῶν· "6Παρὰ βραχὺ συνετε´̣[λε]σάν με ἐν τῇ γῇ"6, καὶ ἐν τῇ Ἀποκαλύψει δὲ λέγεται· "6Οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν"6, οὐ τοὺς παροικοῦντας· σκοπὸς δὲ Θεοῦ ἀπὸ τῶν γηΐνων τὸν ἄνθρωπον ἀποσπᾶσαι, κἂν αὐτὸς τῶν γηΐνων ἀντέχηται. 66 ῃι, 8. Νῶε δὲ εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Μέγα καὶ οὐράνιόν ἐστιν τὸ εὑρεῖν χάριν ἐναντίον τοῦ Θεοῦ, τοῦτο δὲ κατορθοῦται ἐκ τῆς πρὸς αὐτὸν ἀρεσκείας, ᾧ ἕπεται καὶ τὸ ἀνθρώποις ἀρέσ̣κ̣ει̣ν, τοῦ ἀρέσκοντος ἀνθρώποις οὐ πάντως Θεῷ ἀρέσκοντος. Ὅρα γὰρ τί ὁ μακάριος Παῦλός φησιν· "6Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην"6, καὶ ὁ ψαλμῳδός· "6Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων"6· οἱ δὲ ἐκ Θεοῦ τὴν χάριν ἔχοντές φασιν· "6Ὃς ἐχαρίτωσεν ἡμᾶς σὺν τ[ῷ] ἠγαπημένῳ"6, ἅμα καὶ Μαρία ἀκούει πρὸς τοῦ ἀγγέλου· "6Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ"6. Αὕτη γάρ ἐστιν ἡ χάρις τὸ ἐ´̣χειν μεθ' ἑαυτοῦ τὸν Κύριον· ἔχει δὲ μεθ' ἑαυτοῦ τὸν Κύριον ὁ δι' ἀρε[τὴ]ν καὶ πράξεις ἐναρέ- τους λέγων· "6Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ [λα]λοῦντος Χριστοῦ"6. Αὐτὸς γὰρ δίδωσιν χάριν καὶ εἰρήνην· τοῦτο 162 γὰρ [ἐ]πεύχεται ὁ ἅγιος λέγων· "6Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ"6. ∆ίδωσιν δὲ Θεὸς τὸ δῶρον τοῦτο, ἡμῶν τὴν ἀφορμὴν τοῦ λαβεῖν αὐτὸ παρεχόντων. Εἴρηται γοῦν ἐν Παροιμίαις· "6Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ"6· ἐν γὰρ τῇ τῆς προαιρέσεώς ἐστιν ἐξουσίᾳ †·τιη† τηρῆσαι αὐτὰς καὶ κατορθῶσαι. Οὕτως οὖν καὶ Νῶε ἐκ τῆς̣ οἰκείας προπαρασκευῆς εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, αὐτὸς διὰ τῶν τῆς ἀρετῆς ἔργων χαριτώσας ἑαυτὸν καὶ ἐκ τούτου δεξάμενος παρὰ Θεοῦ χάριν· τοῖς γὰρ ἀφ' ἡμῶν κατορθουμένοις καὶ ἀνυομένοις συνέργων ὁ τῶν ὅλων Θεὸς προστιθεὶς ἐπι- κοσμεῖ καὶ εἰς̣ μέγεθος ἀγαθοῦ ἄγει. Τοῦτ' αὐτὸ εἰδότες οἱ τοῦ Σωτῆρος μαθηταὶ ἤδη δι' ἑαυτῶν προκατορθώσαντες τὴν εἰς αὐτὸν πί[σ]τιν ἔλεγον αὐτῷ εἰδότες ὅτι καὶ θεοδώρητος πίστις ἐστίν· "6Πρόσθες ἡμῖν πίσ̣τι̣ν̣"6. Ὡς γὰρ λόγος σοφίας δίδοται διὰ τοῦ πνεύματος καὶ λόγος γνώσε̣ως κατὰ τὸ πνεῦμα, οὕτω καὶ πίστις ἐν τῷ αὐτῷ πνεύματι. Ἀδύνατον γάρ ἐστιν δέξασθαι τὴν ἐκ Θεοῦ κατὰ χάριν διδομένην πίστιν μὴ ἔχοντα τὴν ἐκ τοῦ ἐφ' ἡμῖν συνισταμένην. Τοῦτ' αὐτὸ γὰρ δηλοῦται ἐκ τοῦ "6πρόσθες ἡμῖν πίστιν"6· ἀλλὰ γὰρ καὶ Ἠσαΐας ἐκ προσώπου τοῦ ἀνθρώπου τοῦ κυριακοῦ, ἔστω δὲ καὶ ἐκ τοῦ ἰδίου, φησίν· "6Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν καὶ ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα"6· ἡ γὰρ πρὸς τοῦ Θεοῦ διδομένη ἀκοὴ καὶ παιδεία δ[ι]ανοίγει καὶ ταῦτα τὰ ὦτα πρὸς τὸ τὴν διάνοιαν θειότερον ἀκούειν. Οὕτω καὶ τὸ "6χάριν ἀντὶ χάριτος"6 νοήσομεν, τὴν ἐκ Θεοῦ ἀπὸ τῆς ἐφ' ἡμῖν προσγινομένην νοοῦντες. Εὖ δὲ καὶ τὸ "6εὗρεν"6 εἴρητα[ι, ἵ]να δειχθῇ ὅτι ζητήσας
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.