Unit 18 rem close
Rem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek
ὀκτὼ ἑξήκοντα τέσσερα, κύβος δέ, τέτρα γ[ὰρ τέ]σσερα τέτρα ἑξήκοντα τέσσερα. Ἀλλὰ καὶ τριπλα- σιαζόμ[ενοι] ἕως ἑπτὰ πάλιν ἀπὸ μονάδος ἀποτελεῖ τ[ὸν] ε῾̣π̣τ̣α̣κόσια ε[ἴκοσι ἐνν]έα καὶ αὐτὸν ὄντα τετράγωνον ἅμα κ[αὶ] κύβον· εἷς [γάρ, τρία], ἐννέα, εἴκοσι ἑπτά, ὀγδοήκοντα εἷς, δ[ιακόσια τ[εσσε[ράκοντα τρ]ία, ἑπτακόσια εἴκοσι ἐννέα, ὡς εἴρηται, κ̣[ύβον] ἅμα κ[αὶ τετρά- γων]ον συμπληροῖ, τετράγωνον μὲν οὕτως· [ἑπτὰ εἰ]- κοσάκ[ις εἴκοσι ἑπ]τὰ ἑπτακόσια εἴκοσι ἐννέα, κύβον οὕτως· ε᾿̣[ννεά]κις ἐνν[έα ἐννεά]κις ἑπτακόσια εἴκοσι ἐννέα· σημαίνει μ[ὲν] τὸ τετρ[άγωνον] βεβαιότητα, ὁ δὲ κύβος *** Οὐκ ἀπεικ[ότως] οὖν ἂν εἴη τὰ περὶ τῶν ἀριθμῶν εἰρημέ[να] τῷ μηδὲ[ν ἀρ]γὸν ἐγκεῖσθαι τοῖς θείοις γράμμασιν πεπιστω̣[μέ][ν]ως. Κἀκείν[οις τοῖ]ς εἰρημένοις προσθεῖναι προσήκει ὅτι δεόντ[ως] ζώπυρον κ[αταλ]έλειπται ἐν τῇ κιβωτῷ, ἵνα μή, ἄλλης ἀρχῆς γινο[μέ]νης, ὡς περ[ὶ δύο δ]ημ̣ιουργῶν αἵρεσις εἰσαχθῇ. Εἰ γάρ, καὶ τοσαύτης ἀσφαλείας π[εποι]ημένης, εὑρησιλογοῦσιν οἱ αἱρετικοὶ διαφόρους εἰσά- γον[τες] θεότητας, πόσῳ πλέον εἰ καὶ λόγους πιθανοὺς 185 πρὸς τὴν αὐτῶν κακὴν ὑπόθεσιν ηὕρισκον. ῃιι, 4. Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τε[σσεράκοντ]α̣ ἡμέρας καὶ τεσσερ[ά]κοντα νύκτας· καὶ ἐξαλείψω [πᾶσαν τὴ]ν ἀν[άσ]τασιν, ἣν ἐποίησα ἀπὸ προσ- ώπου τῆς γῆς. Καὶ [τοῦ]το φιλανθρωπίᾳ Θεοῦ προείρηται ἐπὶ διορ- θώσε̣[ι ··· ·]ον τ[ῷ] ἀκούσεσθαι περὶ τοῦ μετὰ ἑπτὰ ἡμέρας ἔσεσ[θαι κα]τακλυσμόν, καθὰ καὶ ἐν τοῖς φθάσασιν παρεθέμεθ[α τὸ κατὰ] τὸν Ἰωνᾶν κήρυγμα, ὃ καὶ αὐτὸ ἐπὶ μετανοίᾳ γέγονεν [τῶν Νι]νευειτῶν, καθὼς καὶ συμβέ- βηκεν. Τεσσεράκοντα δὲ η῾̣[μερῶ]ν̣ καὶ τεσσεράκοντα νυκτῶν ἄνωθεν καὶ κάτωθεν ἐπ[ομβρί]α γεγένηται οὕτως, ὥστε ὑπερβαλέσθαι τὰ ὄρη πή[χεις πε]ντε[κα]ίδεκα. Εἰ δὲ καὶ ὁ ἀριθμὸς καθ' ὃν ὁ κατακλυσμ[ὸς γέγ]ονεν ἔχει λόγον, συνεπίσκεψαι ὅπως "6ἐξαλείψω πᾶσ[αν τὴ]ν ἀνά[στασι]ν, ἣν ἐποίησα ἐπὶ τῆς γῆς"6. Τινὲς τὸ τῆς [ἀνασ]τάσεως ·[···]· ἐξειληφότες ᾠήθησαν ἐκ προτέρου κό[σμου] πυρωθέντος [κατ]ὰ τοὺς Στωϊκοὺς τοῦτον ὑφιστάναι κα[ὶ γενέ]σθαι, τῶν [αὐ]τῶν ἐνυπαρχόντων ἐν τῇ ὕλῃ τῇ ἀπὸ τ[οῦδε κ]όσμου [ἀ]παραλλάκτου πρὸς τοῦτον. Τοῦτο δὲ ἐσχε̣[δίασα]ν ἐν[τῇ τ]ῶν δογμάτων ἀποδείξει· οὐ γὰρ οἷόν τε [ἀπαραλλ]άκτως [τὰ κ]ινήματα τῶν ψυχῶν συμβῆναι τοῦ γε[γενημ]ένου [καὶ] τοῦ μέλλοντος, ὥστε ἐν μηδενὶ διαλλά[ττειν]. ῃιι, 5. Κα[ὶ ἐπ]οίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ [Κύριος ὁ Θ]εός. Ὅτι̣ [αὕ]τη ἀνθρώπῳ μαρτυρία ἐστὶν τὸ πάντα ἃ ἐνε[τείλατ]ο Κύριος ὁ [Θεὸς] ποιῆσαι, καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηται. Το[ιαύτ]ης ἀποδοχῆς ἠξιώθη καὶ ὁ μακά- ριος ∆αυίδ, περὶ οὗ εἶπε[ν ὁ Θ]εὸς εὑρεῖν "6∆αυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν [μου, ὃ]ς ποιήσει πάντα τὰ θελήματά μου"6. 186 ῃιι, 6. [Νῶε δὲ ἦν ἐτ]ῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐ[γένετο ἐπὶ τ]ῆς γῆς. [·]·μ[··· ··· · τ]ὴν ἀγαθότητα τοῦ Θεοῦ, πῶς ἐν ἑκατὸν ὅλοις ἔ[τ]εσιν [τὴν κιβω]τὸν γίνεσθαι συνεχώρησεν· δῆλον γὰρ τοῦτο ἐκ [τοῦ πεντα]κοσίων ἐτῶν εἶναι ὅτε ἤρξατο αὐτὴν ὁ Νῶε π̣οι [··· ··· ··] ἐγίνετο σοφῶς πρὸς τοῦ τὰ ὅλα συστησαμένου, ἵν̣α [βλέψαν]τες τὸ ξένον τοῦ 76 κατασκευάσματος οἱ ἄνθρωποι καὶ ἀ[κούσαν]τές τε καὶ μαθόντες τὴν αἰτίαν καὶ παύσωνται τῆς κακίας. [Εἰ ἤκου]σαν μετανοήσαντες, οὐκ ἐπήγετο ὁ κατακλυσμός. Ὅτι δὲ μ[ακροθυ]μ̣ίας χάριν καὶ τοῦ ἐκκαλέσασθαι τοὺς ἀνθρώπους ἐπὶ μετάν[οιαν το]ῦτο γεγένηται, Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐν τῇ [κατ' α]ὐτὸν ἐπιστολῇ χαράττει περὶ τοῦ Σωτῆρος· "6Ἐν ᾧ κ[αὶ το]ῖ[ς] ἐν φυλα[κῇ πν]εύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί[ν πο]τε ὅτε [ἀπεξεδέ]χετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμεραῖς Ν[ῶε κα]τασκευα[ζομένη]ς κιβωτοῦ"6. Καὶ ἐκ τούτου σκοπῶμεν ὅτι εἶπ[εν ὅτι] πολλαὶ ἁ]μαρτίαι "6ἐ]πὶ τῆς γῆς"6 γίνονται· μὴ ἐπάγῃ δὲ ὁ Θεὸς α·[····] ἁμα[ρτ··· ···] διά τινα μακροθυμίαν τοῦτο ποιεῖ τόπον μ̣[ε]τανοίας [διδούς. Ο]ὕτω καὶ μετὰ παράβασιν νόμον δέδωκ[εν] κωλυτικ[ὸν καὶ μετὰ τ]ὰς νουθεσίας προσάγει ἐλέγχους ἀπε[ιλῶν]. Καὶ ἐν τοῖ[ς ··· ··· ·]·ος τοῦτο εὑρήσεις. Ὁ Ἰσραὴλ μερὶς Κυρίου κα[ὶ υἱ]ὸς Θεοῦ ὑπ[άρχων τ]ὰς αὐτοῦ προστάξεις παρέβαινεν, καίτοι Θεο[ῦ] πάντα εἰς [αὐτοὺ]ς ποιοῦντος. Τί γάρ φησιν ἐν τῷ Ἠσαΐᾳ; "6Ἀμπ[ελὼ]ν̣ ε᾿̣γεν[ήθη τῷ ἠ]γα̣πημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι"6, "6κέρα[τι"6 μὲν] τὴν βα[σιλείαν] λέγων, "6πίονι"6 δὲ "6τόπῳ"6 σημαίνων τὴν διὰ [νό]μου καὶ πρ[οφητῶ]ν παίδευσιν. "6Καὶ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.