In Genesim · §u18-rem-mid

Unit 18 rem mid

Rem mid: Unit 18; lemma continues; reading with the letter.

Greek

γενεᾶς] τού[της]"6. Ἐν τῇ τῶν δικαίων γενεᾷ, ἵνα λάβωμ[εν τοὺς] σὺν [αὐτ]ῷ δικαίους, αὐτὸς εὑρέθη ἐναντίον αὐ[τοῦ δίκαιο]ς, οὐ [παν]τὸς δικαίου ἐναντίον Θεοῦ δικαίου <ὄ>ντος· [δίκαιοι] γὰρ υἱοὶ [κ]αὶ γυναῖκες ἐναντίον Νῶε ἐτύγχανον [μόνον]. Μέγα [δὲ ο]ὕτως ἐστὶν τὸ ἐναντίον τοῦ Θεοῦ εἶναι δίκα̣[ιον, ὡς] λέγεσ[θαι]· "6Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ"6 καὶ [τὰ ἄλλ]α φῶτα· ἀλλὰ καὶ ἐν ψαλμοῖς λέγεται· "6Οὐ δικαιω[θήσε]ται κατενώπιον σου πᾶς ζῶν"6, καὶ πάλιν ἕτερον [λόγιό]ν φησιν· "6Ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἦν δικαιοσύ[νη ἡ]μῶν"6 ἐκ πρ[ο]σώπου πάντων τῶν δικαίων. 182 ῃιι, 2–3. Ἀπ[ὸ δὲ τῶν] κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτ[ὰ ἄρσεν] καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ ὄντω[ν καθα]ρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν πετε[ι]νῶν [τοῦ οὐραν]ο̣υ῀̣ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀ[πὸ τῶν] πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρ[σεν] καὶ θ[ῆλυ δια]θρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἀκο[λούθως] "6ἑπτὰ [ἑπτὰ]"6 ἀπὸ τῶν καθαρῶν προστάττει εἰσαγ[αγεῖν]. Ἐπει[δὴ γὰρ] αὐτῶν καὶ πρὸς τροφὰς καὶ πρὸς ἱερουρ[γίας ἔ]μελλ[ον ἄνθρ]ωποι καὶ αὐτοὶ δὲ οἱ ἐν τῇ κιβωτῷ ἐ[μμένον]τες χ[ρείαν ἔχ]ειν, διὰ τοῦτο πλείονα κατα[λαμβάνο]ν[ται, ἵν' ἐξ α]υ᾿̣τῶν καὶ πλείων γένηται διαδοχὴ π[ρὸς] τὰς α[ὐτῶν χ]ρείας κατάλληλος· ἐπὶ δὲ τῶν αλλω· [··· ·]κότω[ν ··· ··· τ]οσαύτην εἰσαγόντων χρείαν "6δύο δύο"6 [εἰσ]άγεσ[θαι προσέ]τ̣αξεν. Εἰ δὲ δεῖ καὶ φυσιολογίαν εἰσάγ[ειν] τῷ λόγ[ῳ ··· ···]ωπονοις λέγοιτ' ἄν, ὡς καὶ πρὸ τούτου, [ὅτι, ἐ]πεὶ ἡ δ[υὰς διαι]ρετή, τοῦτο δὲ τῇ ὕλῃ οἰκεῖον, οἰκεῖος [τοῖς] μὴ καθ[αροῖς ὁ] δύο ἀριθμός. Ἀλλὰ καί, τοῦ δύο ἀναιρέτ[ου], ὁ Σωτὴρ κ[αλεῖ "6εἰς] ἕνα καινὸν ἄνθρωπον"6 τοὺς δύο, τόν τε ἐ[κ] περιτομ[ῆς καὶ] τὸν ἀπὸ ἐθνῶν εἰς τὴν ἑνότητα τῆς κ[α]τὰ τὸ ε[ὐαγγέλ]ιον πολιτείας εἰσάγων, ἥντινα οἱ παλαι[οὶ] ἅγιοι ἔ[σχον, 183 μ]ηδεμιᾶς οὔσης διαφορᾶς ἑλληνισμο[ῦ] καὶ ἰουδαισμοῦ. Ἀφ' οὗ γὰρ τέχναι ἐξ ὧν ἀγάλ[ματα, καὶ ἡ] δὲ μετ' αὐτὰς εἰδωλολατρεία, καὶ ἐξότε νόμ[ος, γίνετα]ι̣ ἰο[υ]δαισμός. Ἡ πρώτη οὖν τῶν ἀνθρώπων πολιτεί[α, ἥτις χρι]στ[ια]νισμοῦ ἐτύγχανεν, εἰ καὶ μὴ ἡ προσηγορί[α αὕτη, κ]ατὰ τὰς κοινὰς ἐννοίας ὑπάρχει, ὅπερ καὶ ὁ Σωτὴ[ρ ··· ··]· ἐκήρυττεν· "6Πάντα ὅσα θέλετε ἵνα ποιῶ[σιν ὑμῖν οἱ] ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως"6. Τοῦτο δὲ ἐν τ[ῇ κοινῇ κ]εῖται ἐννοίᾳ· ἃ γὰρ μὴ βούλεταί τις παθεῖν, τα[ῦτα οὔ]τε τῷ πέλας ποιεῖν ὀφείλει. ∆ιὰ δὲ τοῦτο κεῖται το[ῦτο ἐ]ν τῇ κοινῇ ἐννοίᾳ, ἵνα ἀναπολόγητος ᾖ ὁ ἄνθρωπος ε[··· ··]·αγόμενος ὑπὸ τοῦ Θεοῦ. Ὕστερον δέ, διαστραφείσης [τῆς ἐν]νοί[α]ς, ὁ γραπτὸς δέδοται, οὐ μαχόμενος ἐκείνῳ, ἀλ[λὰ ···]·ιων [τοὺς ἀν]θρώπους εἰς αὐτόν· εἴρηται γοῦν· "6Νόμον εἰς βοή[θειαν] δέ[δ]ω- κεν"6. Ο̣ὕτω καὶ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ [κεκή- ρυκ]ταιἵν[α μὴ] προφασίσηταί τις ὡς μὴ ὑπομνησθείς, [··· ··· ·]·α [··· ··]ν κοινῶν ἐννοιῶν. Ταῦτα μὲν οὖν ὡ[ς πρὸς τὸ ῥη]τὸν [··· ·]ηται· λεκτέον δὲ καὶ ὅτι τὰ καθαρὰ ζῷ[α ··· ··· ·]·· [···]ως ἑπτὰ ἑπτὰ εἰσάγεσθαι [··· ···]ε·[··· ·] γὰρ τὸ εἰπεῖν τὸ ἀκόλουθον τῇ ἱστορίᾳ, ὅτ̣[ι διὰ τὸ] α̣υ᾿̣τοῖς κ]αὶ πρὸς ἱερουργίαν καὶ πρὸς τροφὴν μέλ[λειν χ]ρ̣η῀̣[σθαι] τοὺς ἀνθρώπους διὰ τοῦτο πλείονα, ἔτι καὶ δι[ὰ τὸν ἀριθ]μῶν λ[όγο]ν, ὅτι πολυΰμνητός ἐστιν ἐν τῇ γραφῇ ·[··· ··· ·]·· ··[·τ]ῃ ἑβδομάδι λέγω, κατέπαυσεν ὁ Θεὸς ···[··· ··]· γ·[··] πλείονας. Εἰς γὰρ τὴν ἀγένητον οἱ περὶ τ[··· ··]ν το[··· ·]ναγουσι τὴν ἑβδομάδα· αὕτη γὰρ παρθέν[ος ἐσ]τὶ καὶ ἀπάτωρ καὶ ἀμήτωρ, ἵν' 75 ᾖ τὸ λεγόμενον τοιο̣[ῦ- το]ν̣. Πάντες οι῾̣ ἐντὸς δεκάδος ἀριθμοὶ διπλασιαζόμε[νοι 184 ἢ τ]ριπλασ[ιαζόμενοι π]λὴν τοῦ ἑπτὰ καὶ γεννῶσιν καὶ γεν[νῶνται, ο]ἷον ὁ εἷς γεννᾷ τὸν δύο, καὶ ὁ δύο τὸν τέσσε[ρα] οὕτ[ως γεννη]θεὶς ὑπὸ τοῦ ἑνός, καὶ ὁ τέσσερα τὸν ὀκτὼ γεν[νη]θεὶς [καὶ αὐτὸς] ὑπὸ τῶν δύο, ὁ δὲ πέντε τὸν δέκα, καὶ ὁ ἓξ δέ ποτ[ε γεννώμεν]ος οὐ γεννῶν, ὁ δὲ ἑπτὰ οὔτε ὑπὸ τῶν φθασάντων γ[εννᾶται οὔ]τε τινὰ μεθ' ἑαυτὸν ἕως δεκάδος γεννᾷ· ἀλλὰ καὶ ὁ δύο τὸν ἓξ καὶ ὁ τρία τὸν ἐννέα τριπλασιαζόμενοι γεννῶσιν. Ἔχει δὲ κα[ὶ ἕτερόν] τι προνόμιον· ἐὰν γὰρ ἐν διπλασίονι λόγῳ πολυπλασιά[ζῃς το]ὺς ἀπὸ μονάδος ἀριθμοὺς ἕως ἑπτά, ἴσος ἅμα καὶ τετράγ[ωνος] γίνεται· εἷς γάρ, δύο, τέσσερα, ὀκτώ, δέκα ἕξ, τριάκοντα δύο, [διπ]λασιασθέντα τὸν ἑξήκοντα τέσσερα, ὅστις τετράγωνος [μέν ἐ]στιν, ὀκτὰ γὰρ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.