In Genesim · §u19-rem-mid

Unit 19 rem mid

Rem mid: Unit 19; lemma continues; reading with the letter.

Greek

<ἄλογα> ἐπὶ τὴν κιβωτὸν εἰσέλθωσιν καὶ μὴ συμπεφυρμένως, καὶ ὅπως μή, ἀθρόως τοῦ ὕδατος ἐπιρρεύσαντος, καὶ τῆς κιβωτοῦ βλάβη γένηται, προσαρα- ξάντων τῶν ὑδάτων. Ἐν τάξει δὲ καὶ ἡ εἴσοδος γέγονεν πρώτου Νῶε, δι' ὃν καὶ οἱ ἄλλοι ἐσῴζοντο, εἶθ' ἑξῆς καὶ οἱ ἄλλοι καὶ οὕτω τὰ ἄλογα εἰσῆλθον, ὅπερ παρατηρητέον ὅτι θείᾳ δυνάμει γέγονεν· οὐδὲ γὰρ ἀνθρωπίνης ἦν ἐπιχει- ρήσεως τὰ ἀτίθασα εἰσαγαγεῖν, εἰ μὴ Θεοῦ γεγόνει συνεργείᾳ. Εὖ δὲ καὶ τὸ "6κατὰ γένος"6· οὐ γὰρ οἷόν τε ἦν ἅμα εἶναι αὐτῶν τὴν δίαιταν, διῃρημένω[ν ταῖς] φύσεσιν. Προσέθηκεν δὲ τὸ "6ἐν ᾧ ἐστιν πνεῦμα ζωῆς"6 πρὸς ἀντιδιαστολὴν νεκρῶν. Σημειώσαιτο ἄν τις πῶς [οὖ]ν ο[ὐκ ἐ]μ̣νήσθη τῶν καθαρῶν ἀλλὰ τῶν μὴ καθαρῶν· "6δύο [δύο]"6 γ[άρ φη]σιν "6εἰσῆλθον εἰς τὴν κιβωτόν"6, δῆλον δὲ ὅτι ταῦτα [ἦσ]α̣ν̣ [τὰ μὴ] καθαρά· πρὸς ὃ λέγοι τις ὅτι φανερὸν ὅτι, τῶν μ̣η`̣ κ[αθαρῶ]ν εἰσελθόντων, καὶ τὰ καθαρὰ εἰσῄει· εἰ γὰρ τὰ ἐλάτ̣[τονα] εἰσῄεσαν, δῆλον ὅτι τὰ κρείττω. Ἔπειτα τὸ "6δύο δύο"6 εἴη [ἂν καὶ] περὶ τῶν καθαρῶν ἐκλαβεῖν, δηλοῦντος τοῦ λόγου ὅτι κ[ατὰ] σ̣υζυγίαν τὰ πάντα εἰσῆλθεν. ῃιι, 16–18. Καὶ ἔκλ[εισε] Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν, καὶ ἐγένετο ὁ κατα[κλ]υ̣σμὸς τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτα̣ς ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ κ<αὶ> ἐπῆρεν τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετ[ο] ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 192 Καὶ πρὸς τὴν ἱστορίαν αὐτὴν ἀκολούθως Θεοῦ δυνάμει "6ἔξωθεν"6 κέκλεισται ἡ κιβωτός, ἀνθρώπου μὴ ὑπάρχοντος ἔξωθε̣[ν]. Ἐπεὶ γὰρ ἅπασαν ἀσφαλτώσας ἐτύγχανεν ἔσωθεν κα̣[ὶ ἔ]ξωθεν, τὴν δὲ θύραν μήπω κλεισθεῖσαν οὐχ οἷός τε ἦν ἔξ[ω]θεν ἀσφαλτῶσαι, πρὸς τὸ μὴ ἄν τινα εἰπεῖν ὅτι διὰ τῆς θύρας εἴσοδος ἐγίνετο τῷ ὕδατι, τὴν ἀπὸ Θεοῦ ἀσφάλειαν προσέθηκεν· ποικίλη δὲ αὕτη καὶ εὔπορος. Καλῶς δὲ καὶ τὸ "6ἐπῆρεν τὴν κιβωτὸν"6 ὁμαλῶς καὶ οὐκ ἀθρόως, καθὰ καὶ πρότερον τὴν αἰτίαν παρεθέμεθα. ῃιι, 19–20. Τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· πεντεκαίδεκα πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ. Περιττῶς οἱ φάσκοντες διασεσῶσθαι ἀνθρώπους εἰς τὰ ὑψηλὰ ὄρη φασίν. Καὶ γὰρ ἐσημειώσατο ὡς πεντεκαίδεκα [π]ήχεισἐπήρθη τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλῶν ὀρῶν, ἐξ οὗ δῆλον ὡς ἐκεῖνο εἰκαίως εἴρηται, μάλιστα ὅτι καὶ ἐν̣α̣ν[τίον] τοῦ 79 βουλήματος τοῦ Θεοῦ τυγχάνει· τῷ Νῶε γὰρ δικαιοσύνης ἕνεκα κιβωτὸν κατασκευάσαι προσέ- ταξεν ο῾̣ [Θεὸς] λέγων ὅτι πᾶσαν σάρκα καταφθερεῖ, ὥστ' οὐ διεσώ[θη] τις ἔξω τῆς κιβωτοῦ. Καὶ περὶ τοῦ ὑψῶσθαι δὲ τ[ὸ ὕδωρ] ἐπάνω πήχεις δεκάπεντε, εἴ τις ἐθέλοι τῷ ἀριθ[μῷ ἐ]πιστάνων, θεωρήσει ὅτι πολλαχοῦ τῆς γραφῆς [παρα]λαμβάνεται· οἱ τοῦ ναοῦ ἀναβαθμοὶ δεκάπεντε [ἦσα]ν̣, καὶ διδόναι προστάττει ὁ λόγος "6μερίδα τοῖς ἑπ[τὰ] καί γε τοῖς ὀκτώ"6, νοουμένου τούτου ὅτι οἱ μὲν πρ[ο]σ̣ι̣έμενοι τὴν παλαιὰν μετὰ καὶ τῆς νέας μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ παρέ- χουσιν. Πιθανῶς ἂν εἴποι τις ὅτι οἱ καταφρονηταὶ γεγενη- μένοι τοῦ διὰ τοῦ ἀριθμοῦ σημαινομένου μυστηρίου ὑπὸ τὸν κατακλυσμὸν [γε]γένηνται τῆς κακίας. Σημαίνεται γὰρ πάλιν ἐνταῖς [γρα]φαῖς ὑπὸ τοῦ πλήθους τοῦ ὕδατος 193 ὡς ἐν τῷ "6Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; Συντέλειαν ***"6· εἰ γάρ τις λογίσαιτο ὅτι τὰ ῥευστὰ τοῦ βίου πράγματα ἀντὶ κατακλυσμοῦ λαμβανόμενα, ὅτε πληθύν̣ε̣ι̣, ψυχομένης [τ]ῆς τῶν πολλῶν ἀγάπης, συντέλεια ἔσται, προσεχῶς ἐν τῷ [λ]όγῳ νοήσειεν. ῃιι, 21–23. Καὶ ἀπέθανεν πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων· καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς. Τὸ μὲν ῥητὸν φανερόν· φθορὰν γὰρ πάντων τῶν ζώντων πλὴν τῶν ἐν τῇ κιβωτῷ δηλοῖ, {πρὸς δὲ διάνοιαν λογιζομένων γάμων}, ὅτι καὶ τὰ ἄλογα ἀπώλετο διὰ τὸ διὰ χρείαν γεγενῆσθαι. Πρὸς δὲ διάνοιαν πᾶς ἀπώλετο ὑπὸ τοῦ κολαστικοῦ ὕδατος ὁ τὸ "6κατ' εἰκόνα"6 ἀπολω- λεκὼς καὶ τοῦ χοϊκοῦ ἔχων τὴν εἰκόνα, ὡς εἰς διάφορα ἤθη σχισθῆναι θηρίων τε καὶ ἑρπετῶν καὶ τῶν ἄλλων ἀλόγων, καθὰ ἀκούουσίν τινες· "6Γεννήματα ἐχιδνῶν"6, καὶ [ἄλ]λοι ὄφεις καὶ σκορπίοι, ἕτεροι δὲ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.