Unit 19 rem close
Rem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek
κύνες κατὰ τὸ εἰρημέ[νον]· "6Βλέπετε τοὺς κύνας"6· καὶ ὅλως τὸ πολύτροπον τῆς [κα]κίας ἀναδεξάμενοι εἰκότως τῇ ὑπὸ τῆς κακίας φθορ̣ᾷ διελύθησαν, ταύτην τοῦ ὕδατος συμβο- λικῶς ὑποδείκνυντος. Οὗτοι δ' αὐτοὶ καὶ γήϊνοι, ὡς ἀπο- λωλεκότες τὴν ε᾿̣π̣ουράνιον εἰκόνα· οἱ δ' αὐτοὶ καὶ "6ἐπὶ τῆς ξηρᾶς"6 ἀπώλοντο, τῆς μηδὲν ζωτικὸν ἐχούσης κακίας. ῃιι, 23–24. Καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ' αὐτοῦ 194 ἐν τῇ κιβωτῷ, καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Εἰκότως Νῶε σῴζεται μὴ μετέχων κακίας μετὰ καὶ τῶν σὺν αὐτῷ, ἅτε παρ' αὐτοῦ παιδευομ̣ένων, ὑπεραναβὰς τὴν φορὰν τοῦ ἀλληγορουμένου ὕδατος πεντεκαίδεκα πήχεις, φθάσας εἰς τὸν ναὸν διὰ τῶν ἀναβαθμῶν, καὶ τὰ προειρημένα δι<ὰ> τοῦ ἀριθμοῦ δηλοῦσθαι πληρώσας· "6Ὕδωρ"6 γὰρ "6πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην"6. *** ῃιιι, 1–3. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐντῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς π[ν]εῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασεν τὸ ὕδωρ· καὶ ἐπεκαλύφ- θησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ [οἱ] καταράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπ̣[ὸ τ]ῆς γῆς, ἐνεδίδου καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα <καὶ ἑκατὸν ἡμέρας>. Καὶ τὸ "6ἐμνη´̣σθη"6 θεοπρ[ε]πῶς ἀκουστέον, οὐχ ὡς ἐκ λήθης, ἀλλ' ὥσπερ περὶ τῶν ἀσέβων λέγει· "6Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀποχωρεῖτε ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων"6, τῆς γνώσεως ἐνταῦθα δηλούσης τὸ "3οὐδέποτε ὡς ἡμετέρους ὑμᾶς ἔσχον"3, "6ἐμνήσθη"6 οὐκ ἐκλαθόμ[ε]νος, –ἐνώπιον γὰρ διὰ παντός ἐστιν τοῦ Θεοῦ ὁ ἅγιος, –ἀλλὰ τὴν ἐπ[ὶ] τὸ ἀγαγεῖν αὐτὸν εἰς τὸ ἀρχὴν γενέσθαι γένους μνήμην αὐτο̣υ῀̣ εἶπεν, ὁμοίως δὲ καὶ τῶν ἄλλων. Ζητοῦσί τινες ποῦ κεχώρηκεν τὸ ὕδωρ τοῦ 80 κατα- κλυσμοῦ, πνεύματος ἐπελθόντος, δι' ὃ κεκόπακεν τὸ ὕδωρ, ὅπερ ἢ τὸ βούλημα τοῦ Θεοῦ εἴη ἢ θεία δύναμις τοῦτο ἐγκεχειρισμένη· πρὸς δὲ τούτῳ καὶ συνεργὸν πρὸς τὸ 195 κοπάσαι γέγονεν ἡ ἐποχὴ τῶν ἀβύσσων καὶ ἡ ἄνωθεν ἐπομβρία κωλυθεῖσα. ῃιιι, 4. Καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, καὶ τὰ ἑξῆς. Τὸ μὲν ῥητὸν φανερόν· τὸ δὲ πρὸς διάνοιαν ἴδωμεν. ∆ύναται εἶναι ἡ κιβωτὸς ἡ ἐκκλησία σῴζουσα τοὺς διὰ φρονημάτων <καὶ> ἔργων ἀρετῆς πρὸς αὐτὴν κολλωμένους, ἥτις καὶ ἐν ὕψει καθέζεται. Οὐδέποτε γὰρ ἐν ταπεινῷ γίνεται, διόπερ οὐδὲ πύλαι ᾅδου κατισχύουσιν αὐτῆς· παρίσταται τῷ Χριστῷ ἔνδοξος, οὐκ ἔχουσα σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἐπεὶ καὶ ὁ Χριστὸς ἐν ὕψει ἐστίν, ὃ δηλοῦται ἐν τῷ "6Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη"6, τοὺς προφήτας καὶ Μωσέα καὶ τὰς ἀοράτους δυνάμεις. Ἐν τῇ πέτρᾳ οὖν καθέζεται, τῷ ἀρραγεῖ τῆς εὐσεβείας λόγῳ. "6Οἱ θεμέλιοι"6 γὰρ τοῦ Θεοῦ "6ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις"6, ἅπερ καὶ πόλις εἰσὶν Θεοῦ· "6Ὁ Θεὸς"6 γὰρ "6ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα"6. "6Ἐξεδέχοντο γάρ"6 φησιν "6τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν"6, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Εἴη δὲ ὄρη καὶ εἰσαπομείναντα ˉˉϛˉˉΘˉ πρόβατα τὰ μὴ ὑποπεσόντα τῇ πλάνῃ. Εἰ δὲ καὶ διὰ τὸν ἀριθμόν τις ἐθέλοι τεχνολογεῖν, εἴποι ἂν ὅτι τὸ βέβαιον δηλοῦται δι' αὐτοῦ τῆς θείας ἐκκλησίας· τετράγωνος γὰρ οὗτος, ὁ δ' αὐτὸς καὶ κύβος· τρὶς τρία γὰρ τρὶς εἴκοσι ἑπτά. "6Ἀραριὰδ"6 δὲ ἑρμηνεύεται μαρτυρία καταβάσεως· Θεὸς δὲ μαρτυρεῖ τῷ ἐπὶ τὴν ἐκκλησίαν διὰ πολιτείας [κ]αταφεύγοντι, ὅστις ἀχείμαστός ἐστιν· εἴρηται γάρ· "6Ἐὰν διέλθῃς [δι' ὕ]δατος, ποταμοὶ οὐ συγκλύσουσίν σε"6, καὶ πάλιν· "6∆ιήλθαμεν [διὰ] πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν"6. Εὖ δὲ καὶ τὸ ἐν ἐνιαυτῷ πληροῦσθαι τὸν κατακλυσμόν· ἐπὰν γὰρ ὁ ἀληθινὸς ἥλιος φωτίσῃ καὶ καταυγάσῃ ἡμῶν τὴν διάνοιαν, τότε πᾶσα περίστασις τῆς ψυχῆς ἐκποδὼν οἰχήσεται. ῃιιι, 6. Καὶ ἀνέῳξεν Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, καὶ τὰ ἑξῆς. Κ̣αὶ ἐνταῦθα οὐκ ἀσαφὲς τὸ ῥητόν· εἰ δὲ πρὸς ἀνα- γωγὴν σκοπε̣ι῀̣ς̣ σ̣οι ἐραυνήσεις τὰ περὶ ἀνοίξεως, ὅτι 196 καιρῶν ἐπίγνωσις πρέπουσα τῷ δικαίῳ καὶ πρὸς τὴν ἰδίαν ὠφελίαν ἐστὶν καὶ πρὸς τὴν ἄλλων. Ἔστιν γὰρ ὅτε κλείειν πρέπει καὶ ὅτε ἀν̣οίγειν· οὕτως, ἀνοι´̣ξαντος τοῦ Σωτῆρος, τοῖς περὶ Κλεοπᾶν εἴρηται· "6Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν, ὅτε διήνοιγεν ἡμῖν τὰς γραφάς;"6 ἀλλὰ καὶ τὸ "6Ἀνοίξατέ μοι πύλας δικαιοσύνης"6 σκοπήσεις εἰ συμβάλλεται τῷ ῥητῷ, καὶ τὸ προσταττόμενον ἐν τῷ Ἠσαΐᾳ "6Ἀνοίξατε οἱ ἄρχοντες"6 ἀπὸ τῆς αὐτῆς ἀκολου-θίας σκοπήσεις· καὶ τὸ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.