Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek
οὐδένος βλαβέντος. ῃιιι, 20. Καὶ ᾠκοδόμησεν Νῶε θυσιαστήριον. Εἰ καὶ συνε´̣πραξέν τι πρὸς σωτηρίαν Νῶε κατα- σκευάσας τὴν κιβωτὸν καὶ ἀσφαλῶς αὐτὴν ἀσφαλτώσας καὶ τὰ ἄλλα ποιήσας, ἀλλ' οὐκ ἐφ' ἑαυτῷ ἐβάλετο, ἀλλ' εὐχα- ριστῶν θυσιαστήριον οἰκοδομεῖ. Οἰκείως δὲ πρὸ τούτου ἐλέγομεν ὅτι πλείονα εἰκότως τῶν ζῴων τῇ κιβωτῷ καθαρὰ ζῷα εἰσήγαγεν· ἔμελλεν γὰρ ἐξ αὐτῶν ἱερουρ- γεῖν ***. Εἰ δὲ καὶ μήπω νόμῳ προστεταγμένον ἦν ἱερουργεῖν, ἀλλὰ δίκαιος ὤν, καθὰ καὶ Ἄβε̣λ̣ ἐξ̣ ὡ῀̣ν̣ ἔκαμνεν καὶ εἶχεν ἀπήρχετο Θεῷ, δίκαιον ἡ[γούμ]ενος τῷ δεδωκότι εὐχαριστητικῶς ἀπάρχεσθαι. Τὸ δὲ "6ἀπὸ πάντων"6 εἴρ̣ησθαι αὐτὸν τῷ θυσιαστηρίῳ προσανενεγκεῖν συνετῶς ἀκούειν δεῖ. Τρία γάρ ἐστι τὰ εἰς θυσίαν ἀνα- φερόμεν[α] ··· ζῴων τῶν ἐν κτήνεσιν μόσχος, πρόβατον, ·ει̣[··]··νων δὲ τούτων, καὶ περιστερά. Ταῦτα οὖν ἐστι τὰ "6πάντα"6. Καὶ ἔστι τοῦτο ἐκ τῶν γραφῶν εὑρεῖν, ὅτι, τοῦ καθόλου λεγομένου, πρὸς τὸ [ἀκ]ολούθως αὐτὸ ἐκλαμβάνειν προσήκει· τὸ γὰρ "6Καὶ ὄψεται πᾶσα [σὰρ]ξ τὸ σωτήριον τοῦ Θεοῦ"6 οὐχ ἁπλῶς πᾶσαν ἡγεῖσθαι δεῖ, Καθαρὰ δὲ τὰ κτήνη τὰ ἀλλὰ τὴν [πεφ]υκυῖαν, ἥτις ἐστὶν ἡ ἀνθρώπου φύσις. [π]ροειρημένα διὰ τ̣ὰ ἐν τῷ νόμῳ εἰρημένα ***
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.