In Genesim · §u20-rem-mid

Unit 20 rem mid

Rem mid: Unit 20; lemma continues; reading with the letter.

Greek

Ὁ ἄνω χωρήσας διὰ καλοκαγαθίαν ὁρᾷ τὴν κακίαν τέλος λαβοῦσαν, περιελὼν τὸ κάλυμμα τὸ ἐκ πειρασμῶν συμβαῖνον καὶ τούτων ἀνω[τέρ]ω γεγονώς. Τὸ δὲ ἑβδόμῃ καὶ εἰκάδι πεπαῦσθαι [τὴν] βεβαιό[τ]ητα σημαίνει· τετράγωνος γὰρ ὁ ἀριθμὸς καὶ κύβος. ῃιιι, 15–16. Καὶ εἶπεν Κύριος ὁ Θεός· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνὴ καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου, καὶ τὰ ἑξῆς. Ἐπεσημηνάμεθα πρὸ τ[ού]του ὅτι ἐν ἀρχῇ τοῦ κατα- κλυσμοῦ ἁρμόνιον ἦν λεχθῆναι "6Εἴσελ[θε] εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶ[ν] υἱῶν σου μετὰ σοῦ"6, νῦν δέ "6Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν 198 υἱῶν σου"6. Ἔδει γὰρ τότε μέν, ἅτε πάντων ἀνθρώπων φθειρομένων, τρόπον τινὰ μὴ ἐντρυφᾶν αὐτοὺς τοῖς γάμοις ἀκολάζοντας, νῦν οἰκείως μετὰ τῆς γυναικὸς αὐτὸς ἐξελθεῖν κε̣λεύεται καὶ μετὰ τῶν ἰδίων οἱ υἱοί· ἀρχὴ γὰρ ἔμελλον τῆς ··· ··· ··· {ἔσεσθαι} γενέσθαι. Πρεπόντως δὲ αὐτὸς μὲν ἀκούει ἐξελθεῖν, περὶ τῶν ζῴων ἐξαγαγεῖν προστάτ- τεται ὡς βασιλεὺς αὐτῶν καὶ δεσπότης πρὸς Θεοῦ χειρο- τονηθείς. Παρατηρεῖται δὲ τὸ λόγιον ὅτι "6πάντα"6 ἐξῆλθε,

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.