Unit 21 rem close
Rem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek
γήρει καλῷ"6. Τῶν δικαίων οὖν ἀναχωρούντων τοῦ βίου, "6τὰ ὄρη καὶ οἱ βουνοί"6, <οἱ> ἄγγελοι καὶ οἱ δίκαιοι, προσδέξονται αὐτοὺς ἐν χαρᾷ, συγχαίροντα διὰ τὸ ἓν πρόβατον. Σὺν τούτοις δὲ "6καὶ πάντα τὰ τοῦ ἀγροῦ ξύλα ἐπικροτήσει"6 χαίροντα, ἅπερ ἐστὶν τὰ ἐν τῷ παραδείσῳ λογικά. Εἶτα λέγει· "6Ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος"6, ἀντὶ ἀκάρπου καὶ ἀκανθώδους χρήσιμον καὶ εὐῶδες–τοῦτο γὰρ ὁ μετανοῶν γίνεται–, "6καὶ ἀντὶ κονύζης ἀναβήσεται 216 μυρσίνη"6, τῆς δυσωδίας εἰς εὐωδίαν μεταβαλούσης. Ἐπεὶ οὖν ἔχομεν δένδρα νοητῶς λαμβανόμενα, ἀναγκαῖον καὶ περὶ τῆς δρυὸς θεωρῆσαι, εἰς ἣν ὁ Ἀβρὰμ ἔρχεται, ὑφ' ἣν καθεζόμενος καὶ ὀπτασίας ἠξιώθη, ὅτε καὶ τὴν κατὰ τὸν Ἰσαὰκ ἐπαγγελίαν ἐδέξατο. ∆ι' ἔργων οὖν καὶ πόνων ἐπὶ τὰ ὕψη προκόπτων πρόεισιν μεταλαμβάνων εὐωδίας καὶ θεωρίας τῶν ὑψηλῶν καὶ θείων νοημάτων. Σκοπήσεις δὲ καὶ τὸ παρασημανθέν, ὅτι "6οἱ δὲ Χαναναῖοι ἔτι κατῴκουν τὴν γῆν"6, μήποτε δυνάμεθα νοῆσαι ὅτι τῷ προκόπτοντι οὐκ εὐθὺς ἅπαντα ἐλευθεροῦται, ἀλλ' ἔχει τινὰ καὶ τῆς παλαιᾶς συνηθείας–τοῦτο γὰρ τὸ "6ἔτι"6 δηλοῖ–, ἅπερ ἂν νοήσειας περὶ τῶν ἀκολούθων τῷ ἁγίῳ μήπω τελείων τυγχανόντων. χιι, 7. Καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. Ἀκολούθως τῷ πειθαρχήσαντι τοῖς κελευομένοις ὑφ' ἑαυτοῦ ὁ Θεὸς ἐπιφαίνεται, ἐλπίδι ἀγαθῇ τῶν προσδο- κωμένων αὐτὸν βεβαιότερον ποιῶν· ἐπαγγέλλεται γὰρ καὶ τῷ σπέρματι αὐτῷ δώσειν τὴν γῆν. Ἀκολούθως δὲ καὶ ὁ ἅγιος, εὐχάριστος ὤν, θυσιαστήριον οἰκοδομεῖ τῷ τὴν ἐπαγγελίαν προτείναντι. Καὶ ταῦτα ὡς μεταφράσεως τρόπῳ εἰρήσθω. Ἄξιον δὲ θεωρῆσαι εἰς τὸ "6Ὤφθη ὁ Θεὸς τῷ Ἀβράμ"6, τοῦ γὰρ Θεοῦ ἀοράτου τυγχάνοντος, καθὰ τὰ ἐν εὐαγγελίῳ ἀποδείκνυται, λεγομένου "6Θεὸν οὐδεὶς ἑώρακεν πώποτε"6, καὶ τοῦ "6Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις"6, ἀλλὰ καὶ Παύλου λέγοντος περὶ Θεοῦ· "6Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται"6, ὅπερ σημαίνει τὸ φύσει ἀόρατον. Ἔνια γὰρ τῶν ὁρατῶν οὐχ ὁρῶμεν, ἀλλὰ ἰδεῖν δυνάμεθα, κἂν μὴ ἀκολουθήσῃ δὲ τοῦτο· τῆς τῶν ὁρωμένων φύσεώς ἐστιν ἐκεῖνα· τὸ δὲ ἀόρατον οὐ διὰ τὸ μὴ ὁρᾶσθαι τοιοῦτόν ἐστιν, ἀλλὰ διὰ τὸ ἀόρατον οὐχ ὁρᾶται. ∆ῆλον οὖν ὅτι τὸ ὁρᾶν δίττον, τὸ μὲν κατ' αἴσθησιν, τὸ δὲ κατὰ διάνοιαν· καὶ τὸ μὲν τῶν ὁρατῶν ἀντιλημπτικόν, τὸ δὲ τῶν ἀοράτων, 217 ὅπερ ἐστὶν νοῦς καθαρός, καθ' ὃν ὤφθη [ὁ] Θεὸς τῷ Ἀβράμ. Ἔχει δὲ καὶ ἑτέραν παρατήρησιν ὁ λόγος. Οὐ γὰρ εἴρ[η]ται "3εἶδεν ὁ Ἀβρὰμ τὸ<ν> Θεόν"3, ἀλλ' "6ὤφθη ὁ Θεὸς τῷ Ἀβράμ"6. Ὅσον γὰρ ἦμεν πρὸς τὴν γενητὴνφύσιν καὶ τὸ ταύτης ἀσθενές, οὐκ ἔστιν ἐφικτὸν τὸ πρᾶγμα· ὅσον δὲ πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, δυνατὸν γίνεται, αὐτοῦ δι' ἀγαθότητος ἐπιδιδόντος ἑαυτὸν εἰς τὴν ἑαυτοῦ κατανόησιν. Εἰ δέ ποτε ἀντὶ τοῦ "6ὤφθη"6 τὸ "6εἶδεν"6 κεῖται ὡς ἐν τῷ Ἠσαΐᾳ· "6Εἶδον τὸν Κύριον καθήμενον"6 καὶ τὰ ἑξῆς, παιδευώμεθα ἐκ τοῦ πρὸς τὸν Ἀβρὰμ γεγενη- μένου ὅτι, Θεοῦ ἐπιδιδόντος ἑαυτόν, τοῦτο γίνεται. Ὅτι δὲ τὸ ὁρᾶν 86 τάττεταί ποτε καὶ ἐπὶ τοῦ νοεῖν, ὁ Παῦλος Ῥωμαίοις γράφων λέγει· "6Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθόραται"6. Καὶ Μωσῆς δὲ ἀξιῶν τὸν Θεόν, περὶ οὗ ἔννοιαν εἶχεν, ὅτι ἀόρατός ἐστιν, ἔλεγεν· "6Ἐμφάνισόν μοι σεαυτόν· γνωστὼς ἴδω σε"6, καὶ πάλιν· "6Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ"6· εἰ γὰρ φύσεως ὁρατῆς ἐτύγχανεν τὸ ὁρώμενον καὶ τοῖς ἀπίστοις δυνατὸν ἦν φαίνεσθαι, νῦν δ' εἴρηται· "6Ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ"6 καταυγασθεῖσιν ὑπὸ θείου φωτὸς τὴν διάνοιαν. Ἀνάπαλιν δὲ ἔχει τὸ πρᾶγμα ἐπὶ τῶν αἰσθητῶν· πρῶτο̣ν̣ μὲν γὰρ αὐτὰ ὁρῶμεν, εἶτα, τοῦ ἐκ τῆς αἰσθήσεως τύπου ἐν διανοι´̣ᾳ γινομένου, νοοῦμεν αὐτά· τὰ δὲ νοητὰ ἑαυτὰ εἰς τὸ γινώ- σκεσθαι παρέχει, τοῦ νοῦ οὐ προκαταρχομένου εἰ <μὴ> μόνον κατὰ τὸ εὐτρεπίζειν ἑαυτὸν εἰς κατανόησιν ἀλλ' ἐπα- κολουθοῦντος τῷ ὀφθέντι. Γίνεται δέ ποτε καὶ ἐκ τῆς κατανοήσεως τῆς δημιουργίας ἡ περὶ Θεοῦ νόησις κατὰ τὸ "6Ἐκ γὰρ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται"6 καὶ καθὸ ὁ Θεὸς ὤφθη τῷ Ἀβράμ. Τὸ γὰρ "6Θεὸς"6 ὄνομα ὡς ἐπίπαν συνζεύγνυται τῇ δημιουργίᾳ ὡς ἐπὶ τοῦ "6Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν"6, καὶ· "6Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς"6, τῆς τοῦ "6κυρίου"6 προσηγορίας τότε λεγομένης ὅτε ὁ νόμος παρείχετο. Οὕτω γοῦν θεασάμενος διὰ τῆς παν- αρμονίου τάξεως τοῦ παντὸς
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.