In Genesim Unit 22 opening
Unit 22.
Lemma-led open — 6Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τ̣ῆς συγγενείας σου
Greek
τὸν Θεὸν ἀπέστη τῆς πολυθέου 218 πλάνης, ἣν παρὰ τοῦ πατρὸς μεμαθήκει, καὶ [ἀ]κολούθως εἰς κατανόησ̣ιν ὁ Θεὸς ἑαυτὸν παρέχει τῷ ἁγίῳ μετὰ τὴν ἐξ ἀκοῆς παίδευσιν, ἥτις ἐγίνετο ἐν τῷ "6Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τ̣ῆς συγγενείας σου"6. Ἀκοὴν δὲ ψυχῆς ἡγητέον τὴν πειθήνιον σ̣υγκατάθεσιν τῶν ὑποβαλλομένων, ὀφθαλμὸν τὴν μετὰ τ̣ὴν προκοπὴν ἐπιβολὴν καὶ κατάλημψιν βεβαιοτάτην τῶν π̣αιδευμάτων. Ἰστέον γὰρ ὅτι τὰ αὐτὰ διαφόρως ἔστιν γνῶν̣αι̣, εἰσαγωγικώτερον, προκόπτοντα, οἰκείως δὲ προκόψαντι ε᾿̣κ τῆς τοῦ Θεοῦ κατανοήσεως. Κατεπαγγέλλεται καὶ τῷ σπέρμ̣ατι τὴν γῆν δώσειν, γῆν ἐκείνην περὶ ἧς εἶπεν ὁ Σωτήρ· "6Μακάρι̣οι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν"6, καὶ ἐν Ψαλμ̣οῖς· "6Ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ καὶ ὑψώσ̣ε̣ι σε τοῦ κατακληρονομῆσαι γῆν"6, δῆλον δ' ὡς οὐ ταύτην ἣν π̣α̣τοῦμεν καὶ σπείρομεν, – αὐτῆς ἦν βασιλεύς, –ἀλλὰ τὴν οὐράνι̣ον, ἥτις ἐστὶν γνῶσις Θεοῦ τελειοτάτη̣· ταύτην "6δίκαιοι κληρονο̣μήσουσιν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτήν"6 ἐπ̣ὶ δὲ τῆς αἰσθητῆς τοῦτο οὐκ ἔσται. Ταύτην οὖν κατεπαγγε´̣<λλε>ται Θεὸς τῷ σπέρματι δώσειν τοῦ ἁγίου, σπέρμα δὲ ἐνταῦθ̣α̣ τὸ τέκνον λέγει. ∆ιαφορὰ γὰρ πολλάκις σπέρματος κα̣ι`̣ τέκνου εὑρίσκεται· εἰ γὰρ τέκνον τινός τις γέγονεν, τούτῳ αὐτοῦ καὶ σπέρμα γέγονεν, οὐ μήν, ἐπεὶ σπέρμα, γίνεται καὶ τέκνον· συμβαίνει γὰρ μὴ μορ<φω>θῆναι μηδ' ἀποτελεσθῆναι ἢ ἐξεικονισθῆναι, ὡς ἡ γραφή φησιν. Ὥσπερ δὲ ἐν τοῖς σωματικοῖς ἐστιν σπέρμα μὴ γινόμενον τέκνον καὶ τέκνον ὂν καὶ σπέρμα, οὕτω καὶ ἐν τοῖς κατὰ ψυχὴν καὶ τὴν διάνοιαν. Ὁ Σωτὴρ γοῦν λέγει τοῖς εἰποῦσιν ὅτι "6πατέρα ἔχομεν τὸν Ἀβραάμ"6· "6Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε"6· ἐκ γὰρ τούτων τις τέκνον γίνεται. Τούτους οὓς εἶπεν μὴ εἶναι τέκνα Ἀβραάμ, σπέρμα αὐτοῦ λέγει εἶναι φάσκων· "6Οἶδα ὅτι σπέρμα 219 Ἀβραάμ ἐστε"6, ὥστε δῆλον ὡς οὐ τὸ σπέρμα καὶ τέκνο[ν], ἀλλὰ σπέρμα μὲν καθὸ τὴν διαδοχὴν ἐκ τοῦ Ἀβραὰμ ἐσχήκασιν καὶ ἀνατροφὴν ἐξ αὐτοῦ ἐκαρπώσαντο, οὐκ ἐμιμήσαντο δὲ τούτου τὴν πρᾶξιν, δυνατὸν δὲ ἦν χρησα- μένους τῇ ἐπιτηδειότητι καὶ τέκνα γενέσθαι. Ἐνταῦθα οὖν, ἐπεὶ ἐπαγγελία δίδοται τῷ σπέρματι, τὸ σπέρμα τέκνον ἐκλαμβάνομεν. Ἐν Ψαλμοῖς γοῦν λέγεται· "6Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ"6. Ὅτι δὲ δηλοῦταί ποτε ὡς οὐ τὸ σπέρμα καὶ τέκνον, Παῦλος γράφει· "6*** ἀλλ' οὐ πάντως τέκνα"6· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, ἀλλ' ἐκεῖνος περὶ οὗ ὁ Σωτὴρ εἶπεν· "6Ἴδε ἄνθρωπος Ἰσραηλίτης, ἐν ᾧ 87 δόλος οὐχ ὑπάρχει"6· ἀλλ' <οὐχ> οὗτοι περὶ ὧν εἴρηται· "6Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα"6. Ταῦτα μὲν περὶ τῆς διαφορᾶς σπέρματος καὶ τέκνου· ἐπανελθετέον δὲ ἐπὶ τὸ ἐκτεθὲν ῥητόν. Οἰκοδομεῖ τοίνυν Ἀβρὰμ θυσιαστήριον εὐχαριστητικῶς κινούμενος, πνευμα- τικῶς ἀναφέρων θυσίας, εἰ καὶ τὸ σύμβολον ἐποίει περὶ ὧν εἴρηται "6ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ"6 καὶ "6Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως"6 καὶ "6Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον"6. "6Ἀνάγκη δὲ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς ταύταις ταῖς θ̣υσίαις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας."6 Τοιοῦτον οὖν θυσια- στήριον οἰκοδομεῖ ὁ προκόπτων καὶ ἀκολουθήσας τῷ καλέσαντι καὶ ἔξω τῆς γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς γεγενημένος ὡς λοιπὸν ἀξιωθῆναι τοῦ ἰδεῖν Θεόν, αὐτοῦ καταξιώσαντος ὀφθῆναι τῷ ἁγίῳ. χιι, 8. Καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Β̣αιθήλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ νότον. Τὸ μὲν ῥητὸν τί δηλοῖ, οὐκ ἔστιν ἄδηλον· πρὸς̣ δ' ἀναγωγὴν σημαίνει ὡς ἐπὶ ὑψηλοτέραν προκοπὴν καὶ κα̣τ̣α´̣σ̣τ̣ασιν διέβη. ∆ηλοῦται διὰ τοῦ ὄρους, καὶ οὐχ 220 ἁπλῶς "6εἰς
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.