In Genesim Unit 23 opening
Unit 23.
Lemma-led open — 6Καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν
Greek
ἀδελφογαμία καὶ ἐν τῇ αὐτοῦ γῇ, ὡς ὕστερον εἶπεν· "6Καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν"6· ἀπάτην οὖν αὐτοὺς σοφὴν ἀπατᾷ τοῦτο μόνον καὶ πρῶτον λέγειν ὑποβαλλομένη. Σῳζομένων γὰρ εἰκὸς τῶν κατὰ μοιχείας νόμων παρ' Αἰγυπτίοις, ἐλογίζετο ὁ Ἀβρὰμ ὅτι, ἵνα μὴ δόξωσιν εἶναι μοιχοί, δολοφονήσουσιν αὐτόν. Ταῦτα μὲν οὖν τοῦ ῥητοῦ χάριν· πρὸς δὲ διάνοιαν οἱ ἀπὸ ἀρετῆς εἰς κακίαν ἐρχόμενοι κατιέναι εἰς τὴν Αἴγυπτον λέγονται· εἴρηται γοῦν πολλάκις· "6Οὐαὶ οἱ καταβαί- νοντες εἰς Αἴγυπτον"6. Ἐνταῦθα οὐ "3κατέβη"3 [π]ρόκειται, ἀλλ' εἰσῆλθεν· ἡ γὰρ τούτου κατάβασις εἴσοδός ἐστιν. 227 Συγκαταβαίνει γὰρ πᾶς σπουδαῖος τοῖς σφαλλομένοις οὐ σφαλλόμενος ἀλλὰ μετάγων αὐτοὺς τοῦ σφάλματος· καὶ ὥσπερ γίνεται Ἰουδαίοις Ἰουδαῖος οὐκ ὢν Ἰουδαῖος,καὶ ἀνόμοις ἄνομος οὐκ ὢν ἄνομος, οὕτω γίνεταί τις εἰς Αἴγυπτον οὐκ αἰγυπτιάζων. ∆ιὸ ἄλλοι καταβαινέτωσαν ἐκεῖ, αὐτὸς δὲ εἰσέρχεται· οὐ γὰρ κακία αὐτῶν κατήνεγκεν, ἀλλ' οἰκονομία τις ἐκτελουμένη. Εἰσέρχεται ὁ ἐνάρετος εἰς Αἴγυπτον πολλάκις χρώμενος ἀλλοτρίᾳ παιδεύσει, ἵν' ἐξ αὐτῆς τι χρήσιμον κατασκευάσῃ, καθὰ καὶ Παῦλος ὁ μακάριος πεποίηκεν φάσκων τὸ ἀπὸ Ἀράτου "6Τοῦ γὰρ καὶ γένος ἐσμέν"6, ἵνα τὰ ἑξῆς ποιήσῃ, καὶ τὸ "6Ἀγνώστῳ Θεῷ"6 καὶ τὸ "6Κρῆτες ἀεὶ ψεῦσται"6· οὕτω δὲ καὶ παραινεῖ πᾶν νόημα αἰχμαλωτίζεσθαι εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἰσελθών, καθὰ εἴπομεν, εἰς Αἴγυπτον τῇ ἀρετῇ ὑποτάσσεταί τινα, ἵνα εἴπῃ ὅτι γυνὴ αὐτοῦ ἐστιν· ὁ γὰρ 91 σπουδαῖος καὶ τέλειος οὐκ ἀποκληρωτικῶς ἑαυτοῦ τὴν ἀρετὴν εἶναί φησιν τοῖς ὑποδεεστέροις, ἵνα μὴ φθόνον αὐτοῖς εἰσαγάγῃ, ἀδελφὴν δὲ ἑαυτοῦ αὐτὴν εἶναί φησιν τὰ δευτερεῖα πρὸς ἕνωσιν τὴν πρὸς ἀρετὴν ἑαυτοῦ διδούς, ἵνα συγκατέλθῃ τοῖς ἀσθενέσιν, οὕτω τε ποθήσωσιν αὐτὴν ὡς κοινῇ ἐκκειμένην δέξεσθαι. Πολλάκις γοῦν ἐπιστῆσαί τινα βουλόμενοι κοινοποιοῦμεν τὰ θεωρήματα οἷον τὰ περὶ προνοίας, ἵν' οὕτω μετὰ τοῦτο καὶ δέξηται ἑαυτῷ αὐτήν. Ἡ εὐαγγελικὴ οὖν διδασκαλία ἀστὴ γαμετὴ τοῦ σπουδαίου ἐστίν· ταύτην δὲ οὐχ ἁρπάζει, εἰ καὶ ἐν τοῖς τελείοις αὐτὴν λαλεῖ, ἀλλὰ κοινοποιεῖται πᾶσιν ταύτην, καθάπερ Παῦλος λέγων· "6Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν"6· τοιοῦτοι γὰρ γεγενημένοι γνώσονται ὅτι τοῦ τελείου σύζυγός ἐστιν αὕτη ἡ παίδευσις· "6Ἡ σοφία"6 γὰρ "6τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ ἐγώ, φησὶν ὁ τέλειος, "6ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6, σοφίας δηλονότι· ὁ σόφος δὲ τῶν ἑαυτοῦ πᾶσιν μεταδοῦναι βούλεται· οὕτω γὰρ οὐδὲ φθονήσουσιν. χιι, 14–16. Ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ὁ Ἀβρὰμ εἰς 228 Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραώ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ· καὶ τῷ Ἀβρὰμ εὖ ἐχρήσαντο δι' αὐτήν, καὶ ἐγένετο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι <καὶ> ἡμίονοι καὶ κάμηλοι. Τὸ συνετὸν βούλευμα τοῦ πατριάρχου οὐκ ἠστόχησεν· οὔτε γὰρ ἐπεβουλεύθη, ἀλλὰ καὶ ὁδός τις γίνεται τοῦ μὴ διαφθαρῆναι τὸν γάμον τοῦ ὁσίου· οὐδὲ γὰρ ὡς πρὸς ἠμελημένην ἐπεπήδησαν Αἰγύπτιοι· ἀλλὰ γὰρ οἱ ἄρχοντες θεασάμενοι τῷ βασιλεῖ χάριν κατατιθέμενοι προσήγαγον αὐτὴν ὡς δῶρον αὐτῷ, οὕτω τε συμβέβηκεν τὸ καὶ καλῶς αὐτοὺς τῷ Ἀβρὰμ δι' αὐτὴν χρήσασθαι. Εἰσέρχεται τοίνυν εἰς Αἴγυπτον ὁ Ἀβρὰμ κατὰ τὸν ἀλληγορίας τρόπον ὡς τέλειος πρὸς ἀτελεῖς, ἵν' ὠφελη- θῶσιν, ἁρμοζόμενος, ἔχων τὴν ἀρετήν, ὡς προείρηται, οὐχ ὡς ἀποκληρωτικῶς αὐτῷ προσοῦσαν, ἀλλ' ἅπασιν αὐτὴν ὑποδεικνὺς ὡς ἀδελφὴν συγκατιών, ἵν' οὕτω δυνηθῶσιν θεασάμενοι ἀγαπῆσαι αὐτήν. Παρατήρει δὲ ὅτι οἱ ἄρχοντες αὐτὴν εἶδον· ἔστιν γὰρ καὶ ἐν τῷ τάγματι τῶν κατὰ ἀλληγορίαν Αἰγυπτίων καθαριότεροί τινες οἳ καὶ πολλὴν ἔχουσιν ἐπιτηδειότητα πρὸς τὸ θεάσασθαι τὴν ἀρετήν. Οὗτοι δὲ οὐκ ἄχρι μόνον τοῦ θεάσασθαι γεγένηνται, ἀλλὰ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.