In Genesim · §u23-rem-early

Unit 23 rem early

Rem early: Unit 23; lemma and argument toward the thesis.

Greek

καὶ εἰσήγαγον αὐτὴν πρὸς τὸν ἄρχοντα ἑαυτῶν, τοῦτ' ἔστιν τὸν ἡγεμονεύοντα αὐτῶν λόγον μετὰ τοῦ ἐπαινεῖν αὐτήν· οὗτος γὰρ ὁ σκοπὸς ἦν τοῦ ἁγίου Ἀβρὰμ εὐαγώγως αὐτοὺς *** 229 <χῃ, 12. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἀβράμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.> 230 <Ὁ δὲ Ἀβρὰμ> ὡς θεῖα θεάματα θεωρῶν ἐφοβήθη φόβον προσήκοντα τελείῳ. Παρατήρει δὲ ὅτι περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπ' αὐτὸν ἐπέπεσεν, προκοπὴν σημαίνοντος τοῦ λόγου διὰ τοῦ παρεληλυθέναι αὐτῷ τὴν τῆς παρούσης καταστάσεως ἡμέραν, ἵν' ἄλλη αὐτὸν προκοπὴ διαδέξηται εὐλογίας ἐπ' αὐτὸν φθανούσης, καθ' ἣν εἴρηται· "6Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν"6, οὐ πάντως πολυχρονιότητα αὐτῷ ἐπαγγελλόμενος, ἀλλὰ δῆλον ὡς φωτισμῶν προκοπάς. "6Ἔκστασις"6 οὖν ἐπι<πί>πτει αὐτῷ, ἔκ<σ>τασις δὲ οὐχ ἡ παραφροσύνῃ ὁμοία, ἀλλ' ὁ θαυμασμὸς καὶ τὸ μεταστῆναι ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ ἀόρατα. Λέγει γοῦν ὁ ἀπόστολος· "6Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρο- νοῦμεν ὑμῖν"6, οὐ τόδε δηλῶν ὅτι Θεῷ ἐμάνημεν, ἀλλ' ὅτι, κἂν ἔξω τῶν ἀνθρωπίνων διὰ θεωρίαν γενώμεθα, Θεῷ τοῦτο ποιοῦμεν, καθὰ καὶ ∆αυίδ φησιν· "6Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης"6· ἐκστὰς γὰρ καὶ γενόμενος θεὸς λέγει περὶ τῶν ἀνθρώπων ὅτι ψεῦσταί εἰσιν, αὐτὸς οὐκέτι ἄνθρωπος ὑπάρχων διὰ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν, ἀλλ' ἄλλος ἐκείνων τυγχάνων, περὶ ὧν εἴρηται· "6Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;"6 Ἐκστάντος οὖν τοῦ Ἀβράμ, σκοτεινὸς φόβος 92 ἐπι- <πί>πτει αὐτῷ, οὐ σκότους μετέχων ἀλλ' ἀσαφείας καὶ μὴ γιγνωσκόμενος προχείρως· οὗτος μέγας ὑπάρχων φόβος οὐ μικροῖς συμβαίνει. Ὅτι δὲ ἀντὶ ἀσαφείας πολλάκις ὁ σκότος παραλαμβάνεται, εἴρηται· "6Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ"6· καὶ τῷ ὄντι ἡ τῶν ὑπερφυῶν δογμάτων θεωρία καὶ κατάλημψις καὶ τοῖς μεγάλοις εἴλιγγον ἐμποιεῖ καὶ φόβον θεῖον μετ' εὐλαβείας τοῖς τοιούτοις ἐπιβάλλουσιν. χῃ, 13–14. Καὶ ἐρρέθη πρὸς Ἀβράμ· Γιγνώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσουσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐλεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 231 Τὴν εἰς Αἴγυπτον παροίκησιντοῦ λαοῦ τὸ λόγιον προαναφωνεῖ· οὐκ ἰδίαν γὰρ οὖσαν παρῴκησαν δουλεύ- σαντες τῷ Φαραὼ καὶ πολλὰ ὑπ' αὐτοῦ καὶ τῶν Αἰγυπτίων κακωθέντες. Οὐ μάχεται δὲ τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ γὰρ εἴρηται· "6Μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου"6, ἐνταῦθα "6μετὰ τετρακόσιά"6 φησιν· ἀλλ' ἐπιστῆσαι δεῖ ὅτι οὐκ ἐρρέθη ὡς πληρωθέντων τῶν τετρακοσίων ἐτῶν ἐξῆλθον ἀλλὰ μετὰ τετρακόσια ἔτη, ὅπερ ἐμφαίνει τὰ τριάκοντα. Καὶ τὸ "6κρινῶ δὲ ἐγὼ τὸ ἔθνος ᾧ ἂν δουλεύσωσιν"6 ἐκβάσεως τετύχηκεν κατὰ τὰ ἐν Ἐξόδῳ γεγραμμένα· δεκάπληγον γὰρ αὐτοῖς ἐπήγαγεν καὶ τελευταῖον ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι πολλῷ. Ἀλλὰ καὶ "6μετὰ ἀποσκευῆς πολλῆς"6 ἐξεληλύθασιν, ὡς ἡ ἱστορία δηλοῖ, ἐξ ἧς παιδευόμεθα ὅτι, κἂν ἐν χρόνῳ Θεός τινα κακώσῃ, οὐκ ἀδιαφόρως τοῦτο ποιεῖ ἀλλ' ἐπ' ἀγαθῷ τέλει. Εἰ δὲ αἰνίττεται ὁ λόγος καὶ τὴν τῶν ἁγίων παροίκησιν, συνεπισκέψαι. χῃ, 15–16. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου <μετ' εἰρήνης> τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. Φαίνεται ἐκ τοῦ προχείρου τὴν ἐκ τοῦ βίου ἀναχώρησιν αὐτῷ προαπαγγέλλων. Πρὸς δὲ ἀναγωγὴν ταῦτα ἂν λεχθείη. Ὁ σοφὸς ἐν εἰρήνῃ ἀπέρχεται τοῦ βίου, ὁ δ' ἁμαρτάνων συγκεχυμένους ἔχει λογισμούς, ταραττομένην ἔχει τὴν ψυχήν· καὶ ὡς παραλαμβάνεταί τις ἐν τῷ θανάτῳ, οὕτω καὶ κρίνεται. Ὁ εἰρήνην ἑαυτῷ ἀπ' ἐντεῦθεν κατασκευάσας ἐν εἰρήνῃ καὶ ἀπέρχεται, ὁ δὲ ταράχους ἔχων καὶ συγκεχυμένους λογισμοὺς πρὸς τοῦτο καὶ κρι- θήσεται. Τοῦτο δηλοῦται ἐκ τοῦ ἐν τῷ Ἐκκλησιαστῇ· "6Οὗ ἐὰν πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ"6. Οὐκ ἔστι δὲ τοῦτο οὕτως ἔχον ἐπὶ ἱστορίας· οὐ γὰρ πάντως ἔνθα πίπτει ξύλον, ἐκεῖ μενεῖ· πολλάκις γὰρ καὶ μετάγεται· ἀλλὰ δῆλον ὡς ὁ ἄνθρωπός ἐστιν ὁ διὰ τοῦ ξύλου ἐν αἰνιγμῷ σημαινόμενος, οὕτω κριθησόμενος ὡς καὶ εὑρίσκεται. 232 Ἁρμοζόντως οὖν ἐν εἰρήνῃἈβραὰμ ἀπελεύσεται πρὸς τοὺς πατέρας ε̣ὐάρεστος ὢν Θεῷ, τῆς αὐτῆς ἐπαγγελίας κοινωνῶν· "6Ἀπαρχὴ"6 γὰρ "6Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ"6. Καὶ αὐτῶν δὲ τῶν δικαίων διάφορος ἡ ἐπαγγελία καὶ ἡ μονή· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Πρὸς οὖν τοὺς πατέρας τοὺς κατὰ πνεῦμα ἀπελεύσεται ὁ σπουδαῖος τῇ

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.