Unit 23 rem mid
Rem mid: Unit 23; lemma continues; reading with the letter.
Greek
ὁμοιότητι τῶν τρόπων υἱὸς ὑπάρχων αὐτῶν, κἂν κατὰ σάρκα φαύλους ἔχῃ πατέρας. Ταῦτα περὶ αὐτοῦ τοῦ Ἀβρὰμ εἰπὼν περὶ τῶν ἐξ αὐτοῦ λέγει ὅτι "6τετάρτῃ γενεᾷ ἀποστραφήσονται ὧδε"6, τὴν ἐπὶ τὴν γῆν τῆς κληρονομίας δηλῶν. ∆ιὰ δὲ τοῦτο μετὰ "6τετρακόσια ἔτη"6 φησὶν τὴν ἀποστροφὴν ἔσεσθαι, διότι̣ ο̣ὔπω ἐξεπλήρωσαν οἱ Ἀμορραῖοι ἑαυτῶν τὰς ἁμαρτίας, δι' ἃς λοιπὸν πείσονται καταστροφήν, ἵν' ἐκείνων δικασθέντων αὐτοὶ οἰκήτορες τῆς γῆς ἐκείνων γένωνται. Καὶ τὰς τιμωρίας γὰρ ὁ Θεὸς μέτρῳ καὶ καιρῷ ἐπιφέρει μακροθυμῶν ἕως ὁ καιρὸς ἐνστῇ τῆς ἀνταποδόσεως. Τούτῳ ὅμοιον καὶ κατασκευαστικὸν ὑπάρχει τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον· "6Τότε Ἰησοῦς ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· Οὐαί σοι, Χοραζίν· οὐα<ί> σοι Βηθσαϊδάν, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδόνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, πάλαι ἂν ἐν σάκκῳ 93 καὶ σποδῷ μετε- νόησαν"6. Πρὸς ὃ λέγοι τις ἄν· Πῶς οὖν οὐκ ἐγένοντο, εἴ γε μετενόουν, ἀλλ' ἐκεῖ ἐπετελέσθησαν ἔνθα οὐ μετενόη- σαν; Καὶ λέγοιμεν ὅτι σοφία ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ, ὃς καὶ ταῦτα ἐποίησεν· ἐπεὶ γὰρ τὰ κρυπτὰ ἐπιστάμενος ἐγίνωσκεν ὅτι μετανοήσαντες οὐ γνησ̣ίαν ἐποιοῦντο μετά- νοιαν, διὰ τοῦτο ἐκεῖ οὐκ ἐγένοντο αἱ δυνάμεις. Καὶ ἔστιν περὶ αὐτῶν οἰκεῖον εἰπεῖν· κρεῖσσον γὰρ αὐτοῖς μὴ ἐπεγνωσκέναι τὴν ἀλήθειαν ἢ ἐπιγνοῦσιν ἀνακᾶμψαι εἰς τὰ ὀπίσω. Οὕτως οὐ πεποίηκεν Τύρῳ καὶ Σιδόνι τὰ παράδοξα· ἔμελλεν γὰρ αὐτοῖς εὐμετάπτωτος εἶναι ἡ μετάνοια. Ἐπειδὴ δὲ οὗτοι παρ' οἷς ἐγένοντο <τὸ> κίνη<μα> οὐ<κ> εἶχον ψυχῆς γνωριζόμενον τῷ κριτῇ, ὅπερ ἔχρῃζεν τῆς τῶν σημείων ἐπιδείξεως, διὰ τοῦτο 233 ἐποίησεν, ἵνα οὗτοι μὲν ἀναπολόγητοι ὦσιν, ἐκεῖνοι δὲ μὴ πλέον βλάβωσιν ἀκαίρως τινὸς ἀξιούμενοι. Εἰ δὲ καὶ τοῦτο ὑπερβολικῶς εἴρηται πρὸς τοῦ Σωτῆρος πρὸς ἐντροπὴν τῶν θεασαμένων τὰ σημεῖα καὶ μὴ μετανοησάντων, –καὶ γὰρ οὗτος ὁ τρόπος διδασκαλικὸς ὑπάρχει, –συνεπι- σκέψαι. ῾Η̣ μακροθυμία οὖν καὶ ἀγαθότης τοῦ κριτοῦ δείκνυται τῷ ἀπεκδέχεσθαι τὴν ἀναπλήρωσιν τῶν ἁμαρτιῶν τῶν Ἀμορραίων, μετὰ τὸ ἐλέγξαι καὶ προτρέψασθαι καὶ ὅσα συντελεῖ μετάγνωσιν ἐπάγοντος τοῦ Θεοῦ τὴν κόλασιν, καθὰ καὶ τῷ Φαραὼ γεγένηται· πολλάκις γὰρ ἐπιτι- μώμενος καὶ συγχωρήσεως ἀξιούμενος ἐπήγαγεν ἑαυτῷ διὰ τὴν σκληροκαρδίαν ἑαυτοῦ καὶ τὴν τελευταίαν κατάκρισιν. χῃ, 17. Ἐπεὶ δὲ ἐγένετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνάμεσον τῶν διχοτομημάτων τούτων. Τὸ σαφὲς τοῦ ῥητοῦ οὕτως ἂν παρασταίη. Περὶ δυσμὰς τοῦ ἡλίου ἤδη χωροῦντος "6φλὸξ ἐγένετο"6 καὶ "6κλίβανος καπνιζόμενος"6 ἐφαίνετο "6καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνάμεσον τῶν διχοτομημάτων"6, ἀμφο- τέραι καίουσαι καὶ φωτίζουσαι τὸν τόπον πρὸς τὸ ὁρᾶν τὸν πατριάρχην τὰ γινόμενα καὶ σύμβολα ἐπιδεικνύναι θειότερον, ἅπερ ἀναγκαῖον διεραυνήσασθαι. Καὶ τοῦτο δὲ σημειωτέον, ὅτι οὐ νῦν μόνον διαθήκης γινομένης πῦρ ἐφάνη, ἀλλὰ καὶ διὰ Μωσέως ὁ νόμος ἐπὶ πυρὶ δίδοται· ἐώρων γὰρ τὸ πῦρ, τὸν λαλοῦντα οὐ θεωροῦντες ἤκουον τὰ νομοθετηθέντα. Ἃ δὲ ᾐνίττετο διὰ τούτων εἴη ἂν τοιαῦτα. Ἐπεὶ ὁ νόμος ἆθλα καὶ ἐπίτιμα ἔχει, ἐμμέσῳ τοῦ πυρὸς δοθεὶς ἐδήλου ὅτι τοῖς μὲν καῦσιν ἐπιφέρει, τοῖς δὲ φωτισμόν. ∆ιττὴν γὰρ ἔχει δύναμιν τὸ πῦρ, φωτίζον ἅμα καὶ καῖον· ὁ δοθεὶς οὖν νόμος τοὺς μὲν λιποτάκτας αὐτοῦ καίει, τοὺς δὲ φύλακας αὐτοῦ φωτίζει. Οὕτω καὶ ἐνταῦθα λαμπάδες καὶ καπνὸς̣ ἐφαίνοντο· ἔστι δὲ ὁ καπνὸς ἀπο- 234 τέλεσμα καὶ ὡς παρακολούθημα πυρὸς ἐξαφθέντος, ἀλλὰ καὶ φλὸξ προτέρα ἐγίνετο. Λέγομεν οὖν ὡς ἐν τοιαύτῃ δυσχωρίᾳ τῷ διαιροῦντι τὰ πρακτέα καὶ μὴ φωτισμοῦ δεῖ τοῦ ἀπὸ τοῦ Θεοῦ καὶ φόβου, ὅσπερ διὰ τοῦ κλιβάνου δηλοῦται, ἵνα ἅπαντα κατὰ τὸν ὀρθὸν ἐπιτελῆται λόγον. χῃ, 18– 19. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος ὁ Θεὸς τῷ Ἀβρὰμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αι᾿̣γύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου, τοὺς Καιναίους, καὶ τὰ ἑξῆς. Τῶν λαμπάδων διελθουσῶν τὰ διχοτομήματα, ἐβεβα̣ιοῦτο ἡ διαθήκη, λέγοντος τοῦ Θεοῦ· "6Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην"6, διαγράφει δὲ καὶ τὸ διάστημα τῆς γῆς. ∆εῖ δὲ κατὰ τὰ προαποδοθέντα ἀνάγοντα̣ γ̣ῆν ἐννοεῖν τῷ σπέρματι διδομένην τῷ κατὰ πνεῦμα τοῦ ἁγίου. <Ταύ>την καὶ ὁ Σωτὴρ τοῖς πραότητα κατορθώσασιν κατεπαγγέλλεται. Αὕτη πρέπουσα ἐπαγγελία τοῖς τέκνοις τοῖς ἀληθέσι καὶ οὐ τοῖς
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.