Appendices ad indices apostolorum discipulorumque · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, καὶ πάλιν τοῦ δὲ Ἰησοῦ Χριστοῦ γέννησις οὕτως ἦν, ὅθεν καὶ ἀνθρωπόμορφον αὐτοῦ τὸ εὐαγγέλιον ἐξεικονίζεται. Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ πνεύματος τοῦ ἐξ ὕψους ἐπιόντος ἐν τοῖς οὐρανοῖς τὴν ἀρχὴν ἐποιήσατο, ἀρχὴν λέγων τοῦ εὐαγγελίου, καθὼς γέγραπται ἐν τοῖς προφήταις· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, τὴν προφητικὴν εἰκόνα τοῦ εὐαγγελίου, διὰ τοῦτο δεικνὺς καὶ τὴν ἐν τῇ ἐρήμῳ τοῦ λέοντος ἀνιστορίζων εἰκόνα· ἁγία τριὰς ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς τῇ χάριτί σου. Μάρκος ὁ εὐαγγελιστής, ἐπίσκοπος Ἀλεξανδρέων. Λουκᾶς ὁ εὐαγγελιστής, οὗτοι οἱ δ' ἐκ τῶν οʹ τυγχάνουσιν διασκορπισθέντες ἐπὶ τῷ κηρύγματι ᾧ εἶπεν ὁ κύριος· ἐὰν μή τις οὐ φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι 131 μου ἄξιος. Ἀλλ' ὁ μὲν διὰ Πέτρου, ὁ δὲ διὰ Παύλου πάλιν ἐπανακάμψαντες πρὸς κύριον εὐαγγελίσασθαι καταξιοῦνται ὑπὲρ οὗ καὶ ἐμαρτύρησαν, ὁ μὲν πυρποληθείς, ὁ δὲ σταυρωθεὶς ἐπὶ ἐλαίας.

About this text

Epiphanius of Salamis, Appendices ad indices apostolorum discipulorumque (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Appendices ad indices apostolorum discipulorumque — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.