Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἀπόστολος ἔν τινι ἐπιστολῇ γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἀγαπητὸς ἰατρός, καὶ τὰς πράξεις δὲ τῶν ἁγίων ἀποστόλων ὁ αὐτὸς εὐαγγελιστὴς συνεγράψατο. Οὔτε πλείονα τῶν ἀριθμῶν, οὔτε ἐλάττονα ἐνδέχεται αὐτὰ γενέσθαι. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην εὐαγγέλιον τὴν ἀπὸ τοῦ πατρὸς ἡγεμωνικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γενεὰν 130 διηγεῖται· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, πάντα δι' αὐτοῦ ἐγένετο· διὰ τοῦτο εἰς ὁμοίωμα ἀετοῦ. Τὸ δὲ κατὰ Λουκᾶν ἅτε ἀπὸ ἱερατικοῦ χαρακτῆρος ὑπάρχων ἀπὸ Ζαχαρίου ἤρξατο τοῦ ἱερέως λέγων· ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβία, ἐπειδὴ κατὰ τὴν παλαιὰν τοῦ νόμου παράδοσιν οἱ ἱερεῖς ταύρους ἐκόμιζον· διὰ τοῦτο καὶ τὸ εἶδος αὐτοῦ ὡς μοσχόμορφον ἀνιστορίζεται. Ματθαῖος δὲ τὴν κατὰ ἄνθρωπον αὐτοῦ γένεσιν ἐξηγεῖται, βίβλος
About this text
Epiphanius of Salamis, Appendices ad indices apostolorum discipulorumque (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Appendices ad indices apostolorum discipulorumque — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.