De xii gemmis Fragmenta · §u01-open

De xii gemmis Fragmenta Unit 1 opening

Unit 1.

Lemma-led open — . , Τοῦ ἁγίουἘπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ τοῦ ἱερέως ἐμπεπηγμένων ιβʹ λίθων. Σάρδιον, τὸ

Greek

De xii gemmis (fragmenta ap. Anastasium Sinaitam, Quaestiones et responsiones) Τοῦ ἁγίουἘπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ τοῦ ἱερέως ἐμπεπηγμένων ιβʹ λίθων. Σάρδιον, τὸ Βαβυλώνιον καλούμενον, πυρωπὸς μέν ἐστι καὶ αἱματώδης, γίνεται δὲ ἐν Βαβυλῶνι τῇ πρὸςἈσσυρίους γῇ. ∆ιαυγὴς δέ ἐστι, δυνάμεως θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ πληγὰς ἀπὸ σιδήρου γενομένας ἀποχριόμενοι. Τοπάζιον ἐρυθρὸς μέν ἐστιν ὑπὲρ τὸν ἄνθρακα λίθον, γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆςἸνδικῆς. Τριβόμενος δὲ ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας καὶ πολλοὺς, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ στάθμῳ, οὔτε τῇ περιφερείᾳ ἐλαττοῦται. Χρησιμεύει δὲ ὁ τριβόμενος ἐξ αὐτοῦ χυμὸς εἰς πάθη ὀφθαλμῶν, καὶ πρὸς τὰς ὑδρομανίας πινόμενος, καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαινομένοις. Σμάραγδος χλωρὸς μέν ἐστιν, ἐν δὲ τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς ὀρύγοντες οἱ βάρβαροι, κόπτουσιν αὐτόν.Ἡ δὲ δύναμις αὐτοῦ, εἰς τὸ ἐσοπτρίζεσθαι τὰ πρόσωπα. Ἄνθραξ ὀξυφοινισσὸς μέν ἐστι τῷ εἴδει, γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύας, ἥτιςἈφρικὴ λέγεται. Φασὶ δὲ αὐτὸν οὐκ ἐν ἡμέρᾳ, ἀλλ' ἐν νυκτὶ εὑρίσκεσθαι· πόῤῥωθεν γὰρ δίκης λαμπάδος ἢ ἄνθρακος σπινθηρακίζων, ἐπὶ ὥραν καταπαύεται. Ἐπιγνόντες δὲ οἱ τοῦτον ζητοῦντες, ὅτι οὗτός ἐστιν, ἀπέρχονται πρὸς τὴν αὐγὴν αὐτοῦ, καὶ εὑρίσκουσιν αὐτόν. Βασταζόμενος δὲ ὁποίοις ἂν ἱματίοις καταλυφθῇ, ἡ αὐγὴ αὐτοῦ ἔξω τῆς παρεμβολῆς φαίνει. Σάπφειρος πορφυρίζων μέν ἐστι, γίνεται δὲ ἐν Αἰθιοπίᾳ καὶἸνδίᾳ. Τριβόμενος δὲ, φύματα καὶ ψύδρας ἰᾶται σὺν

About this text

Epiphanius of Salamis, De xii gemmis Fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De xii gemmis Fragmenta — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.