De xii gemmis Fragmenta · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

γάλακτι ἐπιχριόμενος τοῖς εἱλκωμένοις τόποις. Καὶ ἡ ἐν τῷ ὄρει δὲ τῷ Μωϋσῇ δοθεῖσα νομοθεσία, ἐπὶ λίθῳ σαπφείρῳ λέγεται πεφηνέναι. Ἰάσπις σμαραγδίζων μέν ἐστιν, εὑρίσκεται δὲ παρὰ τὸ στόμα Μερμόδοντος τοῦ ποταμοῦ, καὶ παρὰἈμαθουντίῳ Κύπρου. Χρησιμεύει δὲ εἰς τὰς ἐπιλήψεις. Ὑάκινθος ὑποπυρίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ ἐσωτέρᾳ Βαρβαρίᾳ τῆς Σκυθίας. Σκυθίαν δὲ εἰώθασι καλεῖν οἱ παλαιοὶ τὸ κλίμα ἅπαν τὸ βόρειον, ἔνθα εἰσὶν οἱ Γότθοι καὶ ∆άνεις.Ἐκεῖ τοίνυν ἔνδον ἐν τῇ ἐρήμῳ τῆς μεγάλης Σκυθίας ἐστὶ φάραγξ λίαν βαθυτάτη, καὶ ἀνθρώποις ἄβατος, ὄρεσι πετρῶν ἐντεῦθεν καὶ ἐντεῦθεν περιστοιχισμένη, ὥστε ἄνωθεν ἀπ' ἄκρων τῶν ὀρέων παρακύψαντά τινα, ὡς ἀπὸ τειχῶν, μὴ δύνασθαι κατοπτεύειν τὸ ἔδαφος τῆς φάραγγος, ἀλλ' ἀπὸ τοῦ βάθους ἐσκοτίσθαι ὥσπερ τι χάος· ἐν ᾗ οἱ ἀπεσταλμένοι ἀπὸ τῶν ἐκεῖσε πλη89.589 σιαζόντων βασιλέων, κατάδικοί εἰσι καὶ βιαζόμενοι. Θύσαντες δὲ ἀρνοὺς καὶ ἐκδείραντες ῥίπτουσιν ἄνωθεν ἀπὸ τῶν πετρῶν εἰς τὸ χάος τῆς φάραγγος, καὶ κολλῶσιν οἱ λίθοι ἐν τοῖς κρέασιν ἐκείνοις. Ἀετοὶ οὖν ἐν ταῖς πέτραις ἄνωθεν κατοικοῦντες, πρὸς τὴν ὀσμὴν τῶν κρεῶν κατέρχονται, καὶ ἀναφέρουσι τοὺς ἀρνοὺς ἔχοντας τοὺς λίθους.Ἐν δὲ τῷ ἐσθίειν τὰ κρέα οἱ λίθοι μένουσιν ἐν τῇ ἀκρωρείᾳ τῶν ὀρέων. Οἱ δὲ κατάδικοι σκοπήσαντες, ποῦ ἀνήχθησαν

About this text

Epiphanius of Salamis, De xii gemmis Fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De xii gemmis Fragmenta — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.