Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
τῶν Χαναναίων, πρὶν ἢ ἐπιβῆναι τὸν Ἀβραὰμ τῇ γῇ. Ἐλθόντων δὲ τῶν φυλακῶν, ἐκλήθησαν Σαμαρεῖται, τουτέστι, φύλα89.597 κες. Φύλακες δὲ ἦσαν οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ νόμου· ἐφύλαττον γὰρ τὴν Πεντάτευχον μόνην, ἣν ἔλαβον διὰ Ἔσδρα τοῦ βασιλέως, ἵνα ἐκ τούτου διακρίνηται τὸ σπέρμα τοῦ Ἀβραάμ. Ἀλλ' οὐ τελείως τὸν νόμον ἐφύλαττον· διό φησιν ἡ Γραφή· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες τὰ εἴδωλα." Τοῦ δὲ νόμου κελεύοντος εἴδωλα μὴ προσκυνεῖσθαι, πῶς ἔτι πληρωθήσεται; Ἔχει δὲ ἡ ὑπόθεσις τὸν τρόπον τοῦτον· Γνόντες γὰρ οἱ μιερεῖς τῶν τεσσάρων ἐθνῶν, ὅτι ἐνεδήμησεν Ἔσδρας, βδελυττόμενος τὰ εἴδωλα κατὰ τὸν νόμον Θεοῦ, σπεύσαντες ἔκρυψαν τὰ εἴδωλα ἐν τῷ Γαρίζῃ ὄρει ἐν μυχῷ τινι, καὶ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτῶν πρὸς τὸ ὄρος εὔχεσθαι. Ὅθεν, ὅπου δ' ἂν ὦσι, πρὸς τὸ ὄρος εὔχονται οἱ ἀπὸ ἀνατολῆς πρὸς δυσμὰς ἀποστρεφόμενοι, καὶ ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς, καὶ ἀπὸ βοῤῥᾶς πρὸς τὴν μεσημβρίαν, πρὸς τὸ ἀρκτῷον τῷ ὄρει προσέχοντες εὔχονται, ἵνα πληρωθῇ ἡ Γραφὴ, ἡ λέγουσα· "Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες αὐτῶν τὰ εἴδωλα." Εἰ γὰρ καὶ αὐτοὶ ἀγνοοῦσι κειμένων τῶν εἰδώλων ἐκεῖσε, ἀλλ' οὐ δυνατόν ἐστι τὴν θείαν Γραφὴν ψεύσασθαι.
About this text
Epiphanius of Salamis, De xii gemmis Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De xii gemmis Fragmenta — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.