Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ὑπὸ τῶν ἀετῶν τὰ κρέα, ἀπέρχονται, καὶ οὕτω φέρουσι τοὺς λίθους. Ἔχουσι δὲ ἐνέργειαν τοιάνδε· βαλλόμενοι γὰρ ἐπ' ἀνθράκων πυρὸς, αὐτοὶ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας κατασβεννύουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ λαμβάνων τις τὸν λίθον, καὶ περιειλίσας ἐν ὀθόνῃ, τινὶ ἐπιθεὶς ἐπ' ἄνθρακας, κρατῶν αὐτὸν μὲν ἀπὸ τῆς πυρᾶς φλογίζεται, ἡ δὲ ὀθόνη ἀβλαβὴς μένει, Λέγεται δὲ καὶ ταῖς τικτούσαις γυναιξὶν εὐτοκίας χάριν χρησιμεύειν. Ἀχάτης ὑποκυανίζων μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος περὶ τὰς Σκυθίας χώρας ἐκείνας. Τριβόμενος δὲ ἐπὶ τῷ μετώπῳ, δήγματος ἀποτρέπει πόνον σκορπίων τε καὶ ἐχιδνῶν. Ἀμέθυσος φλογίζων μέν ἐστι βαθέως, ἐν δὲ τοῖς ὄρεσιν εὑρίσκεται Λιβύης πρὸς ταῖς ὄχθαις τῆς θαλάσσης. Χρυσόλιθος χρυσίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇἈφραίτιδι πέτρᾳ, παρὰ τὸ χεῖλος τῆςἈχεμενίδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο τῆς πέτραςἈχεμενίδα καλοῦσι. Τριβόμενος δὲ, στοχαστικοῖς (καὶ κωλικοῖς) καὶ κοιλιακοῖς ἰατρικὸς ὑπάρχει. Βηρύλλιον γλαυκίζων μέν ἐστι, γίνεται δὲ παρὰ τὰ σπέρματα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Ὀνύχιον ξανθὸν μέν ἐστιν, εὑρίσκεται δὲ καὶ οὗτος ἐν τῷ αὐτῷ ὄρει. De xii gemmis (fragmenta alia ap. Anastasium Sinaitam, Quaestiones et responsiones) Επιφανίου ἐκ τοῦ πρὸς ∆ιόδωρον. Σομορὼν μὲν οὖν ἐκλήθη τὸ ὄρος, καὶ τὰ ὁμοροῦντα, ἀπὸ Σεμὴρ ἑνὸς υἱοῦ
About this text
Epiphanius of Salamis, De xii gemmis Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De xii gemmis Fragmenta — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.