Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
πράσινος. Ἡ δὲ δύναμις, φασί, τοῦ λίθου, δηλαδὴ τοῦ σμαράγδου πρὸς τὸ ἐνοπτρίζεσθαι πρόσωπον. Λέγεται δὲ καὶ παρὰ τοῖς μυθοποιοῖς προγνωστικὸς εἶναι. 1.4 Λίθος ἄνθραξ. Οὗτος εἶδος ὀξὺ φοινίσσον ἔχει. Γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύης, ἥτις Ἀφρικὴ καλεῖται. Ἕτεροι δέ φασι τὸν λίθον τοῦτον οὕτως εὑρίσκεσθαι,οὐκ ἐν ἡμέρᾳ κατοπτευόμενον, ἀλλὰ κατὰ τὴν νύκτα πόρρωθεν δίκην λαμπάδος, ἢ ἄνθρακος σπινθηρίζοντος, καὶ ὡς μακρόθεν φαίνοντος, κἀκ τούτου ἐπιγινώσκοντες οἱ τοῦτον ἀνερευνῶντες ῥαδίως εὑρίσκουσιν αὐτόν· βασταζόμενον δὲ ἀδύνατον διαλαθεῖν, ὁποίοις γὰρ ἂν ἱματίοις κατακρυβῇ ἡ ἀνταύγεια αὐτοῦ ἔξωθεν τῆς περιβολῆς φαίνεται, ὅθεν καὶ ἄνθραξ κέκληται. Ὀλίγον δὲ ὁ κεραύνιος λίθος παραπλήσιος τούτῳ, ὅτι καὶ ἐκ τοῦ αὐτοῦ τόπου εὑρίσκεται. 1.5 Λίθος σάπφειρος πορφυρίζων, ὡς βλάττης πορφύρας τῆς μελαίνης τὸ εἶδος. Πολλὰ δὲ γένη τούτου ὑπάρχουσιν· ἔστι γὰρ ὁ βασιλικός, χρυσοστιγής· οὐ πάνυ δὲ οὗτος θαυμαζόμενος ὡς ὁ διόλου πορφυρίζων. Καὶ οὗτος δὲ λέγεται εἶναι ἐν τῇ Ἰνδίᾳ καὶ Αἰθιοπείᾳ. ∆ιὸ τὸ τέμενος παρὰ Ἰνδοῖς φασιν εἶναι τοῦ ∆ιονύσου τξεʹ ἀναβαθμοὺς ἔχον ἐκ σαπφείρου λίθου, εἰ καὶ τοῖς πολλοῖς ὑπάρχει ἄπιστον. Ἔστι δὲ θαυμαστὸς ὁ λίθος καὶ εὐειδέστατος καὶ χαριέστατος. ∆ιὸ καὶ ἐν τοῖς χλιδῶσι καὶ ὁρμίσκοις κατατιθέασι τοῦτον, μάλιστα οἱ βασιλεῖς. Ἀλεξίπονος δέ ἐστι· τριβόμενος γὰρ καὶ ψυδράκων καὶ φυμάτων γινομένας πληγὰς σὺν γάλακτι ἰᾶται χριόμενος τοῖς ἡλκωμένοις τόποις. Γέγραπται δὲ καὶ ἐν τῷ Νόμῳ τὴν τῷ Μωϋσεῖ ὀφθεῖσαν ὀπτασίαν ἐν τῷ ὄρει, καὶ δοθεῖσαν νομοθεσίαν ἐπὶ λίθου σαπφείρου πεφυκέναι λέγεται. 1.6 Λίθος ἴασπις. Οὗτός ἐστι τῷ εἴδει σμαραγδίζων· παρὰ δὲ τὰ χείλη τοῦ Θερμόδωντος ποταμοῦ εὑρίσκεται, καὶ περὶ Ἀμαθοῦντα τὴν ἐν Κύπρῳ. Ἀλλ' ἔστιγένος πολὺ καλούμενον ἀμαθούσιον· τὸ εἶδος τοιόνδε ἐστὶ τοῦ λίθου, κατὰ τὴν σμάραγδόν ἐστι χλωρίζουσα, ἀλλὰ ἀμβλυτέρα καὶ ἀμαυροτέρα· καὶ ἔνδοθεν χλωρὸν ἔχει τὸ σῶμα, ἐοικυῖα ἰῷ χαλκοῦ ἔχοντι φλέβας τετραστίχους. Ὡς δὲ τοῦτο ἠκούσαμεν εἶναι φαντασίας, ὡς οἱ μυθολόγοι λέγουσιν. Ἄλλη δέ ἐστι γλαυκοτέρα θαλάσσης, βαθυτέρα τῷ ἄνθει καὶ τῇ βαφῇ· ἄλλη δὲ ἐν τοῖς σπηλαίοις, ἐν τῷ ὄρει τῆς Ἴδης ἐν τῇ Φρυγίᾳ, ὁμοιάζουσα τῇ ἀπὸ τοῦ αἵματος κόχλου, διαυγεστέρα μᾶλλον,
About this text
Epiphanius of Salamis, De xii gemmis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De xii gemmis — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.