De xii gemmis · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ὥσπερ οἴνῳ ὁμοιάζουσα ἢ ἀμεθύστου ξανθοτέρα· οὐ γάρ ἐστι μιᾶς χροιᾶς οὐδὲ τῆς αὐτῆς δυνάμεως· ἀλλ' ἡ μέν ἐστι χαυνοτέρα καὶ λευκοτέρα, οὔτε πάνυ στίλβουσα, οὔτε πάλιν ἀποδέουσα. Ἄλλη δὲ κρυστάλλου ὕδατι ὁμοία· λέγεται δὲ ὑπὸ μυθοποιῶν ἄκος εἶναι φαντασιῶν. Εὑρέθη δὲ παρὰ Ἴβηρσι καὶ ποιμέσιν Ὑρκανῶν τοῖς κατὰ τὴν Κασπίαν γῆν. Ἄλλη δὲ ἴασπις οὐ πάνυ λάμπουσα, χλωρά, ἥτις ἔχει γραμμὰς μέσας. Καὶ ἄλλος ἴασπις ὁ παλαιὸς καλούμενος ὅμοιος ἢ χιόνι ἢ ἀφρῷ θαλάσσης. Τοῦτόν φασιν οἱ μυθοποιοὶ τοὺς θῆρας ἐν ἀγρῷ φοβεῖσθαι, καὶ τὰ φάσματα. 1.7 Λίθος λιγύριον. Τούτου δὲ τὴν εὕρεσιν οὐδαμῶς ἔγνωμεν, οὔτε παρὰ φυσιολόγοις, οὔτε παρά τισιν ἀρχαίοις τοῖς περὶ τούτων μεμεριμνηκόσιν. Εὕρομεν δὲ λαγκούριον οὕτω καλούμενον λίθον, ὅν τινες τῇ τρανῇ διαλέκτῳ λαγούριον καλοῦσι· καὶ τάχα τοῦτο οἶμαι τὸ λιγύριον, ἐπειδὴ αἱ θεῖαι γραφαὶ τὰ ὀνόματα ἑτέρως μετεποιήσαντο, ὡς τὸν σμάραγδον πράσινον, καὶ ὅτι πως ἐν τῇ τῶν λίθων τούτων ὀνομασίᾳ οὐκ ἐμνήσθησαν καὶ ὑακίνθου, καίτοι γε προόπτου καὶ ἐντίμου ὄντος λίθου· ὥστε εἰς νοῦν ἡμᾶς λαβεῖν μήποτε τὸ λιγύριον τοῦτο καλεῖ ἡ θεία γραφή. Ὑάκινθος οὖν τὰς μὲν ἰδέας ἔχει διαφόρους· ὅσῳ γὰρ εὑρίσκεται ὁ λίθος βαθύτερος τῇ χροιᾷ, τοσοῦτον ἀναγκαιότερός ἐστι τῶν ἄλλων. Ἔοικε δὲ ὑάκινθος τῇ ἐρέᾳ ἢ ὑποπορφυρίζων ποσῶς. ∆ιὸ καὶ ἡ θεία γραφὴ ἐξ ὑακίνθου καὶ πορφύρας τὰ ἱερατικὰ ἐνδύματα κεκοσμῆσθαί φησι. Καὶ ὁ μὲν πρῶτος λίθος καλεῖται θαλασσίτης, ὁ δὲ δεύτερος ῥοδινός, ὁ τρίτος νάτιβος· ὁ τέταρτος λέγεται χαννιαῖος, ὁ δὲ πέμπτος περιλεύκιος. Εὑρίσκονται δὲ οὗτοι ἐν τῇ ἐσωτέρᾳ βαρβαρίᾳ τῆς Σκυθίας. Οὗτοι δὲ οἱ λίθοι μετὰ τοῦ εἶναι πολύτιμοι ἔχουσι καὶ ἐνέργειαν τοιαύτην· βαλλόμενοι εἰς ἄνθρακας πυρὸς αὐτὰ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας σβεννύουσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ εἰ λαβών τις τὸν λίθον ἐνειλίσσῃ ὀθόνῃ καὶ ἐπιθῇ ἐπ' ἄνθρακας πυρός, οὐδ' αὐτὴ ἡ καλύπτουσα ὀθόνη φλογίζεται, ἀλλὰ μένει ἀσινής. Λέγεται δὲ ὁ λίθος ταῖς τικτούσαις γυναιξὶν εἰς εὐτεκνίαν χρησιμεύειν· ἔστι δὲ καὶ φασμάτων ἀπελαστικός. 1.8 Λίθος ἀχάτης. Οὗτος ὑπελήφθη εἶναι περίλευκος καλούμενος, ὃς ὑπὸ τὸν ὑάκινθον εὑρίσκεται· θαυμαστὸς δέ ἐστι, τῷ εἴδει ὑποκυανίζων, ἔξωθεν περιφέρειαν

About this text

Epiphanius of Salamis, De xii gemmis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s De xii gemmis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.