Homilia in laudes Mariae deiparae · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

ἡ τὸν Λόγον καὶ τὸν Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα. Ἡ μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον, Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέλους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρθένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργαρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα. Ὦ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστήσασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κόσμον εὐωδίᾳ πληρώσασα. Κρίνον ἄσπιλον ὑπάρχει ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν, ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα, ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν. Πῶς οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε· πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον δεξαμένη. Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρτος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου. 43.497 Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερουβικῷ· εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ ἄναρχος καὶ ἀόρατος· ὁρατὸς οἰκονομικῶς, ὁ ἐνανθρωπήσας Θεός· πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον. Παρθένος γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα τοῦ πρώην. Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή· ἀνόμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα. Οὐκ ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ ἐν ἐμοὶ οἰκήσας Θεός. Ὦ Παρθένε, φρικτὸν τῆς Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον, ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον· ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὢ γαστὴρ ἀμόλυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν βαστάσασα. Ὢ γαστὴρ οὐρανοῦ πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα. Ὢ γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐτῶν τυγχάνουσα. Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλοτέρα καὶ πλατυτέρα. Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάριτος τὸ ἄσβεστον ἔχουσα φῶς. Τί εἴπω, ἢ τί λαλήσω περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου; Ὁ πόθος ἕλκει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει με τοῦ σιωπᾷν, οὐκ ἀξίως ἔχων τοῦ λέγειν. Ὁ νοῦς προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται· ὃς μὲν ἕλκει με, ὃς δὲ ἀνθέλκει με. Ἐπειδὴ οὖν συνέχομαι τῶν ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας Παρθένου. Λέγω γὰρ ταύτην οὐρανὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν· τὰς γὰρ ἁγίας ἀγκάλας ἐκτείνασα, τὸν ∆εσπότην ἐβάστασεν ὁ θρόνος χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην ὑπὸ ἀγγέλων προσκυνουμένην. Ὅθεν πρῶτον ὁ Γαβριὴλ τὴν Παρθένον ἀσπάζεται· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανός· χαῖρε, κεχαριτωμένη, ἡ τὸν ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν. Σεραφεὶμ γέγονεν ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς ἀκαταλήπτου θέας· σκέπη τις νοερὰ, δι' οἰκουμενικοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα. Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενίσαι πρὸς νοητὸν πῦρ τῆς θεότητος. Αὕτη δὲ τρανοῖς ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμητον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο. Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύουσιν· αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατάληπτον ἠσπάζετο. Ὦ Παρθένε, ἀκαταλήπτου μυστηρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκουμένῃ κηρύξασα. Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασιλεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα παρὰ Θεῷ. Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ 43.500 γεννήσασα Χριστὸν τὸν εἰπόντα· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα. Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες, ὅτε ἡ

About this text

Epiphanius of Salamis, Homilia in laudes Mariae deiparae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Homilia in laudes Mariae deiparae — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.