Tractatus de numerorum mysteriis · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Ἑπτὰ στύλους ὑπεστήρισε τῆς οἰκείας σκηνῆς ἡ σοφία. Ἑπτὰ γυναῖκες παρὰ τῷ Ἡσαΐᾳ τὸν ἕνα κύριον δυσωπήσουσι λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα. Πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Ἑπτὰ γὰρ βίβλοι νομικαὶ τῷ Χριστῷ μαρτυροῦσιν, ὅτι τὸν ὀνειδισμὸν αὐτῶν σαρκωθεὶς αὐτὸς παρεῖλεν· Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, ∆ευτερονόμιον, Ἰησοῦς, Κριταί. Εἰ μὴ γὰρ ἐνηνθρώπησεν, ὡς μυθικαὶ παρεγράφοντο. Τυθεὶς ἀθύτως, ὡς Ἰσαὰκ, καὶ παθὼν ἀπαθῶς, καὶ τὸν οἰκεῖον βαστάσας ἐπ' ὤμων σταυρὸν, τὰ ἐν τῇ βίβλῳ κείμενα τῆς Γενέσεως ἐβεβαίωσεν. Ἐν παρθενικῇ χωρήσας γαστρὶ, καὶ μὴ καταναλώσας τῷ πυρὶ τῆς θεότητος τὴν βαστάζουσαν, τὴν καιομένην, καὶ μὴ κατακαιομένην βάτον, τὴν ἐν τῇ βίβλῳ τῆς Ἐξόδου κειμένην, διέγραψεν. Ἀρχιερεύσας, ὡς Ἀαρὼν, τὰ πρὸς Θεὸν μεσιτεύσας ἡμῖν, τὰ ἐν τῷ Λευϊτικῷ γεγραμμένα παρέστησε. Τῇ Παλαιᾷ τὴν Καινὴν ∆ιαθήκην συνάψας, καὶ λέγων· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ μοιχεῦσαι αὐτὴν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ πάλιν· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ τοῦ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· τὰ ἐν τῷ ∆ευτερονομίῳ παρέδωκεν δευτέρας, καὶ ἐπαναλαβὼν τὰ ὠφέλιμα. Εἰς τὴν ἀληθινὴν κατάπαυσιν εἰσαγαγὼν τὸ γένος ἡμῶν, καὶ διαφόρους μονὰς ἐν τοῖς οὐρανίοις εὐτρεπίσας ἡμῖν, τὰ ἐν βίβλῳ τῶν Ἀριθμῶν ἀπεκάλυψεν. Εἰς τὸν Ἰορδάνην εἰσελθὼν, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἐπὶ τοῦ σταυροῦ φυγόντα τὸν ἥλιον ἀνακαλεσάμενος, καὶ διπλῆν ἀνθ' ἁπλῆς ἡμέρας ἐργασάμενος, τὰ ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῖς μὴ παρέργως ἀναγινώσκουσιν ἐζωγράφησε. Τὴν ἠγαπημένην ψυ 43.517 χὴν αὐτοῦ ὑπὲρ ἡμῶν τεθεικὼς, καὶ δώσει ἑαυτὸν λύτρον ἀντὶ πολλῶν, τὰ ἐν τῇ βίβλῳ τῶν Κριτῶν ἡρμήνευσεν· ὁλοκαυτώματα γὰρ καὶ ὁ Ἰεφθάε ὑπὲρ τοῦ λαοῦ τῷ Θεῷ τὴν θυγατέρα προσήνεγκεν. Ἑπτὰ παίδων πατὴρ Ἰεσσέ. Ἕβδομος ἀπὸ Ἀβραὰμ ὁ Μωϋσῆς. ∆ι' ἑπτὰ γραμμάτων τὸ Ἰωάννου ὄνομα. ∆ι' ἑπτὰ γραμμάτων καὶ ἡ τοῦ Χριστοῦ προσηγορία. Ἑπτὰ διάκονοι παρὰ τῶν μαθητῶν εἰς διακονίαν τῶν Χριστιανῶν ἐξελέχθησαν· Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς, Νικόλαος. Ἑπτὰ παῖδες τὴν Ἀντιόχου τυραννίδα κατήνεγκαν. Καὶ συντόμως εἶπον, οὗτός ἐστιν ἐπαινετὸς ὁ ἀριθμὸς, καὶ θαυμάσιος· ὅτι αὐτὸς ἄνωθεν ὁ ∆εσπότης ἐγγράφως βοᾷ· Τίμα τὴν ἡμέραν τοῦ Σαββάτου, καὶ ἁγίασον αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεὸς ὧν ἤρξατο ἀποποιῆσαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Epiphanius of Salamis, Tractatus de numerorum mysteriis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Tractatus de numerorum mysteriis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.