Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ μονογενοῦς ἐν τῷ ὄρει. Ἓξ ἔτη δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν Γαβριὴλ πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν. Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος ἐφιλιώθη. Ἕκτον ὤφθη μετὰ τὸ ἀπὸ νεκρῶν ἐγερθῆναι· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μαθηταῖς μετὰ τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δίκτυον ἐλοῦσιν, τῇ τελευταίᾳ τῆς ἀναλήψεως. Ἕκτον, ὡς λέγει Παῦλος, ἐφάνη τοῖς ἀδελφοῖς· τῷ Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ' ἅπαξ Ἰακώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ ἑνὶ αὐτῶν μεγάλα μυστήρια ἐποίησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. ∆ι' ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ, σαβαὼθ, Ἰησοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ. Ὅτι καὶ ὁ ἑπτὰ τέλειος ἀριθμός. Εʹ. Ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεός. Ἑπτὰ ἐκδικούμενα παρέλυσε τὸν Κάϊν ἀνελών. Ἑπτὰ γὰρ ἁμαρτίας ὁ μιαρὸς ἐργασάμενος, φθόνον, δόλον, φόνον ἀδελφοῦ, φόνων διδάσκαλος πρῶτος, μῦσος τοῦ οὕτω βίῳ γενόμενος, γονεῖς λυπήσας, ἐψεύσατο Θεόν. Ἑπτὰ καὶ τιμωρίαις ὑπέπεσε· ᾤκει κατηραμένην τὴν γῆν, εἰργάζετο, ἀφορῶν ἔστενεν, ἔτρεμεν, ἀπ' ὄψεως ἦν, ἠγωνία τὸν παριόντα, σημεῖον εἶχε δημοσιεῦον αὐτόν. Ἕβδομος Ἐνὼχ, μετὰ τὸν Ἀδὰμ, ὃς εὐηρέστησε τῷ Θεῷ, καὶ ὡς σῖτος ζιζανίων, τῶν ἀσεβῶν ἐχωρίσθη. Ἑπτὰ τὸ πρῶτον, καὶ ἑπτὰ τὸ δεύτερον ἔτη περὶ Ῥαχὴλ Ἰακὼβ τῷ Λάβαν ἐδούλευσεν. Ἑπτὰ προβάτων ἀμνοὺς Ἀβραὰμ τῷ Ἀβιμέλεχ ἐχαρίσατο τῆς τοῦ φρέατος δεσποτείας μαρτύριον. Ἑπτὰ βόες στίλε λιμοῦ, καὶ ἑπτὰ στάχυες πίνακες εὐθηνίαν διέγραψαν, τοῦ Φαραὼ τὸ ἐνύπνιον. Ἑπτὰ σάλπιγγας ἱερὰς ἐβάστασεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁπηνίκα τῆς Ἱεριχῶ τὰ τείχη κατήνεγκεν. Ἑβδόμῳ ἔτει τῆς δουλείας Ἑβραίους ἀπο 43.516 λύουσιν Ἰουδαῖοι. Ἀπὸ πεντεκαιδεκάτης ἕως πρώτης εἰκάδος, ἐν αἷς ἐπετελεῖτο τὸ Πάσχα τῶν Ἰουδαίων, ἑπτὰ τῆς ἑορτῆς ἡμέραι. Ἑπτὰ δοῦλα τοῖς Ἰουδαίοις ἔθνη κατέγραψεν ὁ Θεὸς, τῶν Χαναναίων, τῶν Χετταίων, καὶ Φερεσταίων, τῶν Γεργεσαίων, τῶν Εὐαίων, τῶν Ἰεβουσαίων, τῶν Ἀβραίων. Ἑπτὰ τῆς σκηνῆς πεποίηκεν ἓξ ἡμέρας ἡ ἀδελφὴ Μωϋσέως ἀφορισθεῖσα. Ἑπτὰ κλήμασιν ἐδέθη Σαμψὼν, καὶ διέκοψεν αὐτὰ ὡς σπαρτίον. Ἑπτὰ βοστρύχους ἱεροὺς εἶχε τριχῶν· ὧν ἡ κουρὰ τὴν ἰσχὺν αὐτῶν καὶ δύναμιν ἐφυγάδευσεν. Ἑπτὰ ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Ἑπτὰ ἐπαρυστρίδας, καὶ ἑπτὰ λύχνους ἦν ἑώρακε Ζαχαρίας, ὅτι ἑπτὰ πνεύματα παρὰ Θεοῦ. Ἑπτὰ τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως,
About this text
Epiphanius of Salamis, Tractatus de numerorum mysteriis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s Tractatus de numerorum mysteriis — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.