Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
μοχθίζουσαν ἐγὼν ὑπὸ δαίμονος εἶδον μηδέ τ' ἐφεζομένην ἐπὶ ὕδατος ἀσταθέοντος εἵνεκ' ἀναφορέων βάσεων θ', ὧν μοιρήσαντο. – ἔφθασα καὶ χώρην, ὅθ' ἀμείβοντ' ἀντιπάλαμνοι– ἥν περ ὄφις κατ' ἔριν θείου μένεός περ ἔτευξεν ἐς σκολιὴν κακόχαρτον ὅλην βιοτὴν μεροπήων–· ἐξ ὧν πνεύματα πολλὰ πονείοντ' ἰσοθελύμνοις ἀνδράσι δυσσεβίην χαμαὶ ἐρχομένοισι φέροντα. καὶ μὴν κεῖσ' ἐνόησα κακῶν ἔνοχον κατὰ νεῖκος ἐλθόντ' ἐξαπίνης ἄντ' εὐσεβέος μεροπῆος· μάργος δ' αὖ πινυτῷ καὶ ἰθυδίκῃ ὀλοὸς φώς, οὐχ ὅσιον δέ τ' ἐκεῖ, οὐ κεκριμένον πράγος ἐστίν. ἔνθ' ἔσιδον ψεύδους πολυδαίδαλον εἶδος ἀτερπές. μαχλοσύνης τρίτυπον δὲ κακορραφίης ἔχεν εἶδος, αἱματόεν, περίκαυστον, ἀφρῷ καὶ ἥπατι ἶσον. μήνιδος αὖτ' ἔσιδον τύπον πτερόεντα, ἀνιγρόν, τρηχύν, θηριόεντα. ἀτὰρ δόλον αὖτε δέδορκα συνεχέα, κρύφιον, δολεροῖς ἐπέεσσι κομῶντα. μίσους δ' αὖ ἔσιδον μορφὴν στυγερήν, ἀλαωπήν· ἐς δ' ὄπιθεν κορυφῆς γλήνας πίσυράς κεν ἔχεσκε φευγούσας φάεος περιλαμπέος ἀγλαὸν ὄμμα· μυρίοι ἐκ κεφαλῆς δ' αὐτῷ πόδες ᾐώρηντο μοῦνοι σμερδαλέοι, νηδὺς δ' οὐκ ἦν ἐν ἐκείνῳ· νηλὴς γάρ τε πέλει καὶ ἄτερ σπλάγχνοιο πολεύει. ζῆλος καὶ φθόνος αἰνὸς ὁμοίιοι ἀλλήλοιιν, ἀλλά γε δὴ φθόνος οὖλος ἄμῃ γλῶσσαν φέρει ἴσην. δυστροπίην δ' ἔσιδον λεπτὴν μάλα, εὖτ' ἀλίβαντα– ὀφθαλμοὺς πολέας δέ τ' ἔχεν, γλήνας δέ τ' ὀϊστούς–, ἐσσυμένην πρὸς ἄμυναν ἀεὶ νόον. αὐτὰρ ἀπλήστου μορφὴν δαίμονος εἶδον· ἔχεν δ' ἐφύπερθε κάρηνον στεινωπὸν ταναόν τε– δύω δ' αὐτῷ στόματ' ἦεν, ἓν μὲν ἐπὶ στήθεσσι, τὸ δ' αὖ ἕτερον κατὰ νῶτα–, γαίην δαινύμενος στερεὴν πέτρας τε βαρείας πεινάων καὶ σάρκας ἅδην, κακότητι τετηκώς. ὄλβου δ' αὖ φιλότητα ἐγὼν ἴδον· ἁρπαλέον μὲν καὶ δέμας ὀξὺ δ' ἔχεν· φαίης δρεπάνην καθορᾶσθαι· καὶ γλῆναι βλεφάρων αἰεὶ λήγουσαι ἔησαν. ἐμπορίην δέ θ' ὁμῶς κάτιδον χθαμαλήν, ταχύρεμβον· ὄλβου δ' ἐλπίδα πᾶσαν ἐπωμάδιον φέρε φόρτον. ἠλεμάτου μορφὴν δ' ἔσιδον· ἀγαθὸν δ' ἔχε θυμὸν σάρκα τε πιαλέην· λεύκ' ὀστέα δ' οὐκ ἔσαν αὐτῷ. εἰδώλων δ' ἐνόησα λατρείην ὑψιπότητον· ἐν κορυφῇ δ' ἐφύπερθεν ἔχε πτέρυγας δύο πυκνάς, αἷς δόκεεν πάντα μὲν ἐπισκεπάειν, ἀτὰρ οὔ τι οὐδὲ ἑῶν μελέων σκέπας ἔσθενε ποιήσασθαι. ἔνθ' ἴδον ἀλλοπρόσαλλον ὑποκρίσεως βαρὺ δεῖμα, λεπταλέον μὲν ὅλον, στέρνα δ' ἔχεν εὐρώεντα, κρύβδην τηκόμενον, ἀνεμόφθορον, εὖτε δαΐζον. ἠδὲ παραφροσύνης μορφὴν εἶδον–δύο δ' αὐτῇ ἦσαν ὁμοῦ φύσιες, ἀνδρὸς νέου ἠδὲ γυναικός–, γυμνόν, ἀναιδείης ἐντὸς ἀλκῆς τ' ἀπάνευθε. καὶ προπετῆ ἔσιδον δυσδαίμονα, ὃς ταναήν γε γλῶσσαν ἔχεν πάντων μελέων πολὺ 6 μείζονα πάγχυ. μάργον δ' αὖτ' ἔσιδον· κεφαλὴν δ' ἔχεν ἶσα καρύῳ, ψυχὴν χαυνοτάτην, ἔκπυστα δὲ πάντα τελεῦσαν. πάντων δ' αὖ χαλεπῶν κεῖθι πράγος εἰσενόησα, εἶδος ὅ περ φορέοντες ἀεικέλιοι κατὰ κόσμον νείσοντ', οὐλόμενοι, κακοδαίμονες, αἰνοπέλωροι, πέντε καὶ ἑξήκοντα καὶ ἄλλοι τρὶς ἑκατόν γε δαίμονες ἀργαλέων παθέων, οἵ κεν κρατέουσι καὶ κενοδοξίης. ἀρετῆς δ' ἰδόμην μέγ' ὄνειδος, αὕτως δ' αὖ σοφίης τε δικαιοσύνης τε ματαίης, ἔνθεν ἄρ' Ἑλλήνων σοφίης ἄνδρας πλανόωσιν. εἰκόνα γάρ τις ὁρᾷ, καὶ ἀληθείη φύγε πάμπαν· ὡς σκιή ἐστιν ἅπαντα κόνις τ' ἀχρήιος αἰέν. ἐν γὰρ τοῖσιν ἅπασαι ἐνεργοῦνται κακότητες ἔς γε πλάνην πολέων. ἀλλ' οὐ θέμις ἐστί μοι αὐτῷ τεύχειν ἄσπετα βύβλα· πολέων δ' ἀπὸ τύτθ' ἀγορεύσας δυσσεβίην κεν ἐμὴν ὔμμιν μετὰ πᾶσιν ἔειπον. ἀλλ' ἔτι καὶ τόδ' ἐρῶ· ὅτε δὴ τριακονταέτηρος ἤδη φὼς γενόμην, κυανῶν μερόπων λίπον οὖδας, Χαλδαίων δ' ἱκόμην γε παλαιγενέων πόλιν ἀνδρῶν, καὶ μάλ' ἐπισπέρχων, δρόμον αἰθέρος ὄφρα δαείην, ὅν κ' αὐτοί φασιν οὗτοι ἐπὶ φλογεροῦ πυρὸς εἶναι, τούτων δὲ κριτοὶ ἄνδρες ἐπὶ φάεος νοέουσιν. ἔνθεν ἐγὼν ἐδάην ἄστρων φύσιν ἀλλοπρόσαλλον– εὖτέ τις ἐκ καλύκων βοτάνην δρέψηται ἄπειρον– ἀστρῴας τε φάλαγγας ἐειδομένας πολέμοισιν. αὐτοὶ συγγενίας καὶ δώματα δεῖξαν ἑκάστου ἠδ' ἄρα τῶν φιλίην, αὐλὰς βρώμην τε πόσιν τε καὶ νοερὴν φιλότητα τελισκομένην ἐπὶ φωτί. Aὐτοὶ μοίρας δεῖξαν ἐμοὶ πόλου ἀργυρόεντος πέντε καὶ ἑξήκοντα καὶ ἄλλας τρὶς ἑκατόν γε. ἦν δέ τις ἄστροισιν ὁρατῆς φύσιος συνέριθος, καὶ σκῆψιν τολύπευον· ἀγῷ δ' ἐπίθοντο καὶ αὐτά. μῆτιν δὲ προύφαινον ἀπ' αὐτῶν καὶ πόρον οἶον, κεύθοντα κρυφίων πολυμέρμερον αἰὲν ἀνωγήν, ἐκ δὲ θυηπολίων μειλίγματα μοῦνον ἔχοντα. ἄλλα δὲ οὐκ ἀΐουσι καὶ οὐ σπονδῶν ἀλέγουσιν, ἀλλὰ μόνον φάεος τοῖσιν μέλει εὐρώεντος· ἀλλὰ καὶ ὧς ἔσιδον, ζοφερῇ οὗ εἵνεκα βουλῇ βαῖνον πειθόμενα, ὅππως
About this text
Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.