Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
προδόμοισι παίζετο θηλυτέρης. Περσῶν ὅτε γὰρ λίπον οὖδας εἵως Ἀντιόχου πόλεως Συρίης μέγα ἄστυ, θαύματα πολλὰ τελῶν τέχνης μαγικῆς ὑπὸ δεινῆς, τοῖς μὲν ἔρωτος ἄκος παρέχων, τοῖς δὲ φθόνου αὐτὸς καὶ ζήλου στυγεροῦ, κακίης δ', ἣ σαρκὶ μέμηλεν. – ἔνθα τις Ἀγλαΐδης ἐρατός, μάλα λισσόμενός με εὖτ' ἄλλοι πολέες, γουνάζετο εἵνεκα κούρης τοὔνομ' Ἰουστίνης, ὅππως φιλότητι μιγείη. ἔνθεν ἐμοὶ δαίμων πρώτως ἀπατήλιος ὤφθη· καὶ γὰρ ὅσων στιχέων ἦρχεν, περὶ παρθένον ἁγνὴν ἦλθον ἀολλισθεῖσαι, ἀνήνυτοι ἂψ ἐνέοντο· ἀλλὰ καὶ Ἀγλαΐδου ἐπαμύντορα δεῖξεν ἄιστον πίστις παρθενικῆς ἠδ' ἀδρανέα μιν ἔθηκε. πολλὰς δ' Ἀγλαΐδαο ἀύπνους νύκτας ἔχοντος, μαγγανίας δ' ἐμέθεν καὶ νείκεα ἀντιβίοιο ἕπτ' ἐπὶ ἑβδομάδας καὶ ἄλλας τρεῖς μετὰ ταύτας, δαιμονίης γε φάλαγγος ἀγὸς σὺν ἑοῖσιν ὀπηδοῖς ἤλυθε παρθενικῆς ἐναντίβιον πολεμίζων· οὐ γὰρ μοῦνον ἔρως νέον Ἀγλαΐδην ἐδάμαζεν, ἀλλ' ἄρα καὶ κραδίης ἐμέθεν ψαῦσεν μενεαίνων. θάμβος δ' ἦν ὁράαν τόσσων στίχας ἀντιπαλάμνων, κούρης δαμναμένων εὐχῶν ὕπο, σύν τε δράκοντι· οὐδὲ γὰρ ἡμέτερον Βελίαρ πόθον εἶχε χαράξαι, καί περ πολλὰ μάλ' αἰνὰ καθ' ἡμείων πελεμίξας. τῷδε γὰρ ὧδ' ἐρέειν· "3εἴ σοι τόσσον κράτος ἐστί, λωφήσειεν ἔρως πραπίδων ἀπὸ ἡμετεράων, ὄφρα κε μαψιδίως τόσσ' ἄλγεα μήτι πάθωμεν."3 καὶ δή μευ κλύοντος ἔφη ἀετῷ μεδέοντι μαχλοσύνης ῥέζειν ἅ περ ἔννεπον. ὃς δ' ἐτέλεσσε πολλὰ μάλ', οὐ δέ τι τῶνδε παροίτερον ἤνυσεν ἔργον. δεῖξε δὲ κοιρανέων, 8 σθεναρωτέρη ὅττι φύσις γε ἀνδρομέη πέλεται πάντων στυγερῶν Βελιήρων· ἀλλὰ φύσιν ἀνέρος κεν ὅτ' ἀκμάζουσαν ἐφεύροι, δὴ τότε δὴ μεγάλα φρονέων βρενθύεται ἦτορ, οὐκέτι δὴ μερόπων ὁρόων βιοτήσιον ἄνθος, ἀλλ' αὐτῷ σφετέρῳ ἐπὶ κάρτεϊ κῦδος ἀνάπτει· εὖτέ τις ἠπεδανὸς καὶ ἀμφιγύης πολεμίζων, ἵππῳ ἐφεζόμενος εὖ εἰδότι θούριδος ἀλκῆς, αὐτῷ οἱ μέγα κῦδος ἐπαρτήσας μάλα χαίρει· ἀρχομένοισι νέοις γὰρ ὅταν φιλότης ἐπαέξῃ, εὖτε πυρὸς φλογεροῦ σφεδανώτερος ἀτμὸς ἀέρθη. – ἦν δ' αὖ μευ μέσατον καὶ ἀντιβίων μέγα νεῖκος, αὐτοὶ δ' ἀλλήλοισιν ἐπὶ δηρὸν πολέμιζον. καὶ τότ' ἀταρτηροῖσιν ἐγὼν ἐπέεσσι δράκοντα ἔννεπον, ὅττι γε θᾶσσον ἑὸν ἀπολεῖ μέγα κῦδος· ὃς δέ τ' ἄναυδος ἔμιμνεν ἑὴν ὁρόων κακότητα. πολλὰ δέ μιν κλονέων μεγάλ' ἤπυον· ὃς δὲ ἕκηλος ἤιε, γινώσκων μεῖον σθένος, ἠδ' ἀμενηνός. – καί ποτε τοῖον ἔτευξε, τὸν Ἀγλαΐδην ἀπατήσας· ἤγαγε παρθενικήν, καὶ αἶψα δόλος γε φαάνθη· οὐ γὰρ Ἰουστίνης σεπτῆς μελέεσσιν ἐῴκει. ἔνθεν ἐγὼ τὰ ἕκαστα μαθὼν στυγέεσκον ὄφιν γε. δὴ τότε καὶ ψογερῶν μερόπων ἀρχὸν μεταβάλλει κάλλος ὁμοῖον ἔχοντα σαόφρονος Ἰουστίνης. ὡς δ' ἦλθ' Ἀγλαΐδαο μάλα σχεδόν, εἶπε γεγηθώς· "3χρύσεον εὖ μόλε κάλλος Ἰουστίνης περιπύστου."3 ὡς δ' ὀνόμηνε κόρην, δαίμων φύγεν οὔνομ' ἀκούσας· καί νύ κεν Ἀγλαΐδης τρομέων τάχος ὤλεσε θυμόν. – ὦ φίλοι, αὐτὸς ἔγωγε τελειομένῃσι παρήμην τῇσι κακορραφίῃσιν· ἐγὼ κούρης πόθον οἶδα ἐς θεὸν ὑψιμέδοντα ἀναλκείην τε δράκοντος, αἴσχεα σὺν κείνῳ καταδέγμενος, οὔ ποτ' ἰαύων, παρβεβαὼς παρεόντι· γυνὴ δ' ἐξ ἀνδρὸς ἐτύχθην, καὶ πτερόεις ὄρνις· ὡς δ' ἐν προδόμοισιν ἔβαινον, φάσμα μὲν ᾤχετ' ἄιστον, ἀτὰρ πάλιν αὐτὸς ἔμιμνον Κυπριανὸς μαγίῃσι πεπιθμένος οὐτιδανῇσιν. – οἶδα τὸν Ἀγλαΐδην τεύξας πετεηνὸν ἔγωγε· ὑψόθε δ' ἐν τέγεϊ κούρης ἐλθὼν ἐκάθητο. ὡς δ' ἀπὸ φωτοφόροιο θύρης σεπτὴ βάλεν ὄμμα παρθενική, κείνη μὲν ἐΰπτερον ὤλεσεν ὄρνιν. αὐτὸς δὲ πότμοιο πύλας ἤμελλε κιχῆσαι κάμμορος, ἑστηὼς εὖτ' ὄρνεον ἄκρον ἐπ' αὐτό, εἰ μὴ τόνδ' ἐλέηρε καλὴ κούρη πινυτόφρων, ἣ καὶ παρφασίην ἀγαθὴν μυθήσατο τῷδε, ὄφρα μεθ' ἡσυχίης, τρομέων θεόν, οἴκαδε μίμνοι· ἐκ δ' αὐτὸν προδόμοιο τάχος χάζεσθαι ἀνώγει. – οὐ νοῦσος δ', οὐκ ἄλγος, ἀνιηρὸν δέ τι ἄλλο δάμνατο παρθενικήν· καὶ γὰρ κακὰ μυρία τῇδε ὦρσε κακορρέκτης δαίμων. τοκέες δ' ἄρ' ἐκείνης, ἰητρῶν βιότοιο παραιφαμένων τέλος εἶναι, μύρονθ'. ἡ δ' ἀγόρευεν· "3ἐμοί, φίλοι ὦ γενετῆρες, οὔ πω μόρσιμόν ἐστι τέλος θανάτοιο ἐπισπεῖν. ἀλλ' ἄλγος κραδίης γε πάρεστί μοι, οὐ μελέων δέ· εὖτε δ' ἀπ' ἠερόφιν πυρόεις ἀτμός τις ἐπελθὼν σμύχει ἐμεῖο δέμας."3 καὶ ἄλλα δὲ πόλλ' ἐπὶ τοῖσι παρθένου ἠιθέοιο καθ' ἅψεα χεύαμεν ἄμμες· ἡ δέ γε Χριστοφόρῳ σταυρῷ κατενήρατο κείνη ἰὰ πολυπλανέος κακοδαίμονος, ἀντιπαλάμνου. – ἀλλ' ὅτε οἱ γενετῆρας ἐπιφρήσας κάκ' ἔοργα, πώεα μὲν κτείνας καὶ βουκόλια καὶ ὀρῆας, αἶψα δὲ παρθενικὴ κείνων παρέπειθε νόημα· "3μὴ ἄχθεσθ' ἐπὶ
About this text
Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.