De martyrio sancti Cypriani · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

φάεος μεταδῶσιν ἄστρασιν οὐ φαέθουσι κεραννύμενα κατὰ βαιόν. θάμβος ἔχεν δέ με πάμπαν, ἐπεὶ μεσίτας ἐσόπωπα, ὅττι καὶ ἠερίοις ζοφεροῖς ὄλβοιο μέμηλε. καὶ θέμιδας δ' αὐτῶν μεγάλως θάμβησα νοήσας, ἅς περ μεσσάτιον θέντ' ἀλλήλοισιν ἔσεσθαι, ὅρκους πιστοτάτους γε φυλασσόμενοι κατὰ θυμόν. κεῖθι καὶ εὐσεβίη φιλίη θ' ἅμα καὶ ταχυτῆτες καὶ μῆτις σφεδανή, ὄφρ' ἀλλήλοισι μιγεῖεν, ἥν περ ἀγὸς κατέλεξε κακορραφίης ὑποθήμων· καὶ πινυτοὺς γὰρ ἔτευξεν, ἀπ' ἠέρος εἰρύσας ἆσθμα γλῶσσαν δ' εὐεπίης γαίης ἀπὸ φυτοκόμοιο, ἐκ δέ γε νερτερίων δολομήχανα πάντα διδάξας. ἔνθεν βαλβίδα κόσμου ὅλην κατέρυκε πιθήσας μὴ φύσιος λελαθέσθαι, ἀτὰρ θεοῦ εὐσεβέοντος· κωτίλλων γὰρ ἅπαντα ἐς ἐμπορίην κατέθηκε, πάντα δέ γε σκεδάσας ἀλίτης κρατέει ἐπὶ γαίην. αὐτῷ μοι πείθεσθ', ὅτι δαίμονα ἔδρακον αὐτόν, λοιβαῖς καὶ θυσίαις μειλιξάμενος πολέεσσι. πείθεσθ', ὅττι καὶ αὐτὸν ἰδὼν ἐπέεσσι προσηύδων καὶ φιλίων ἐπέων κείνου κλύον. ἐν δέ με πᾶσιν ἠίθεον προσέειπε καλὸν φύσει, ὥς περ Ἰαμβρήν, μύστην δὲ κρατερόν, κείνου ἀντάξιον ἔργων. καὶ δή μοι κατένευσεν ἀγὸν κόσμοιο τελέσσαι αὐτῷ συμπονέοντα, ἐπεὶ βιοτῆς ἴδεν ἔργα. ἔνθεν κυδαίνων με κακῶν στίφος ἐγγυάλιξε λυπρὸν δαιμονίων, καὶ ἐκθρῴσκοντι ἔειπε· "3Κυπριανέ, κρατερός τις ἔφυς βροτός."3 ἐκ δὲ καθέδρης ἀνστὰς προύπεμψεν, θάμβος δ' ὁρόωσι παρέσχεν· ἔνθεν ὁμῶς γεραροί με τίον κείνου μάλα πάντες. μορφὴν δὲ χρυσῷ ἰνδάλλετο ἀνθεμόεντι, μαρμαρυγῇ γληνέων κομόων, κορυφῇ δέ τ' ἔπειτα· στέμματ' ἔχων πλοχμοῖσιν ἀρηρότα καὶ λιθάδεσσιν, ὧν σέλας ἀγλαΐῃ κείνην κατεκόσμεε χώρην. κόσμος δ' εἵμαθ' ὁμοῖος. ἀτὰρ στρεφθεὶς χθόνα σεῖε– κύκλῳ δὲ κλισμῶν πολέες στάσαν ἀσπιδιῶται, μορφὰς ἐς οὖδας ἔχοντες, ἀρηρότες εὖτε φάλαγγες– ἀστράπτων κατὰ κεῖνο πέδον, θεὸς ὣς ἐν Ὀλύμπῳ, τείρεσι παμφαίνων, φυτηκομίην δ' ἐπαέξων, πᾶσιν δ', οἷς περ ἔτευξε θεός, πανομοίια τεύχων, ἀθανάτῳ κρατέοντι ἐριδμαίνων ἁγίοις τε· ἔνθεν γὰρ δόκεεν νόον ἀνδρῶν ἠπεροπεύειν ὥς τε μάλ' ἠπεδανὸς κενεὴν σκιὰν ἄντα τελείων, ἐκ τοῦ δαιμονίη μορφὴ πέλεται 7 πανάιστος. καὶ γὰρ τοῦτο μέμηλεν ἀεικελίοισιν, ὁρᾶσθαι καὶ μετὰ δὴ σαρκὸς τελέειν μένος ἔμπεδον. οἷς περ ταῦτα δέοι, λοιβὴ καὶ κνίση πάντα δίδωσιν· ἐξ ἱερῶν καπνὸν γὰρ ἐς ἠέρα πουλὺν ἰόντα αἱ σκιαὶ ἑζόμεναι ζοφοειδέες εἰρύουσαι ὃν δέμας ἀμφιέσανθ' ἅτε φάρεα δαιδαλόεντα ἢ ὡς εἴρια καλὰ λίνοιό τε λεπτὸν ἄωτον– νηῶν δ' ὑψορόφων σκιοειδέα φάσματα πολλά–, ἀντὶ δ' ἀληθείης τόνδ' ἠέρα δύντες ἔχουσι. τοὔνεκα καὶ μύρμηκος ἔπι χρῄζει γε θυηλῆς· ἀλλά γε καὶ ὕδωρ πέσκη θ' ἅμα ἠδέ τε καρποὺς αἰτίζει καὶ πάνθ', ὅσα φέρβει γαῖα τιθηνή, ὄφρα γε φαντασίην μούνην μερόπεσσι φαείνῃ. ἠύτε τεθνεώτων μορφὰς κατὰ θυμὸν ὁρῶμεν, καὶ λαλέειν δ' αὐτοῖσι δοκείομεν οὐ παρεοῦσι· τὼς καὶ ἀντιπάλαμνος ἑὸν ἀναμάσσεται εἶδος μυστιπόλων, τό κεν οἷσι προσώπασιν ἀμφιτίθησι μορφαῖς τ' εἰδώλων, οἷσιν σθένος οὔ ποτ' ἔνεστιν· ὄμβρον μὲν χεύων δῆθεν πολύν, οὐ δέ τ' ἀληθῆ, πυρκαϊὴν τελέων χιόνος κρυερῆς πανομοίην, ἰχθὺν δ' εὖτε διδοὺς ὁράαν μόνον, οὔ τι πάσασθαι, χρυσόν τ' αἰγλήεντα, κακῆς πενίης συνέριθον. ἀλλὰ καὶ ὑλήεντα μιμούμενος ἔργα τελείει, ἄστεα καὶ θαλάμους καὶ εὐδένδρους πλαταμῶνας καὶ νάπεα σκιόεντα καί, ἣ βροτὸν ἔτρεφε, πάτρη, ῥήγεα δ' ἀνθεμόεντα, τά περ βροτοὶ ἐκτελέουσι, δαίμοσιν αἱμοβόροις σκιοειδέα πάντα φέροντα· τὼς καὶ νυκτιπόροι ἡδὺ κνώσσουσιν ὁρῶντες. ἀλλὰ πολυπλανέος τάδε δαίμονος, ἀντιθέων τε καὶ δυσεβῶν μερόπων ἔργον τόδε, μιαροθρήσκων. – ἀλλά γε τίπτε πάθω, ὅτι βουλόμενος τρομέεσθαι οὐρανίωνα θεόν, δεδαὼς κρυεροῖο δράκοντος ἰσχὺν νεκροτάτην καὶ ἀγηνορίης κενότητας, κεύθομαι ἐς ζοφερὸν γύαλον; κούρης ἁγίης γὰρ ἔγνων παρθενικῆς ἀπὸ σεπτοτάτης κεν Ἰούστης δαίμονας, ὡς μάλα πάγχυ ἀνάλκιδες ὧδε πέλουσι· πὰρ γὰρ τῇδε δέδορκα περισσόνοον, φολιδωτόν, ἄσπετα φυσιόωντα, πελώριον αἰνοδράκοντα· ἀλλ' οὐδ' ὧς κώνωπος ἔχεν μένος οὐτιδανοῖο. ἔγνων παρθενικῆς ἀπὸ σεμνοτάτης τὸν ἄνακτα εὐχόμενον μάλα πολλά, ἀληθέα δ' οὔ ποτε δρῶντα· ἀλλὰ τόσον κεν ὄφιν μούνη ποσὶ κάββαλε κούρη. ὢ πόποι, ὁ κρείων δὲ πολυπλανέων εἰδώλων θηλυτέρης θυρέων ἀπεχάζετο ἔνδοθι βαίνειν ἐκπάγλως τρομέων· ὃς φάσμασι τοσσατίοισι κεκλόμενος τὰ θύρετρα βαλεῖν οὐκ ἴσχυσε κούρης· ὃς πάντων δοκέων κρατέειν ὑπεδάμνατο κούρῃ· ὃς γαίην κλονέειν ἐθέλων ὑπόειξε γυναικί· ὃς πολυμέρμερον ἦτορ ἔχων οὐ κάββαλε κούρην· ὁ ζαβόροιο λέοντος ὁμῶς βωστρεῖν γε νομίζων καὶ πάντας φοβέειν κώνωψ ἅτε ἐν

About this text

Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.