De martyrio sancti Cypriani · §u03-open

De martyrio sancti Cypriani Unit 3 opening

Unit 3.

Lemma-led open — τοῖσιν, ἐπὶ τυτθοῖς δὲ γάνυσθε, ὅττι κεν εὐλογέοντος ἀκηράτου ἄσπετα ἔσται. – μηνιθμὸς κού

Greek

τοῖσιν, ἐπὶ τυτθοῖς δὲ γάνυσθε, ὅττι κεν εὐλογέοντος ἀκηράτου ἄσπετα ἔσται."3 – μηνιθμὸς κούρης γὰρ ὁμώλακας οὐ λάθεν αἰνός, αἰζηῷ δ' ἐκέλευον ὅσον τάχος ἐγγυαλίξαι παρθενικὴν ἁρμοῖσιν ἀληθέσιν· ἀλλὰ νεῆνις σταυρῷ Χριστοδόκῳ σθένος ἐς τοκέων νόον ἧκεν. – ἄλλοτε καὶ δήμῳ μαλερὸν λοιμὸν κατέπεμψε δαίμων καὶ χρησμόν γε περικτιόνεσσιν ἕηκε, μὴ πρὶν λωφήσειν κότον ἄσχετον, ἄχρις Ἰούστην ἐς λέχος Ἀγλαΐδης ἀγάγοι τάχος, ἣ θέμις ἐστίν. ἀλλὰ βοὴν δήμου Χριστοῦ κατέπαυε θεραπνὶς εὐχωλαῖς ὁσίῃσι, καὶ ἄστεος ἤλασε λοιμόν. – ἔνθεν πειρηθέντες ὅσοι πόλιν ἀμφινέμονται, Χριστὸν μὲν κύδαινον, ἐμοὶ λώβην δ' ἐπέχευαν· ὡς κείνης πόλεως δ' ὀλοφώιον ἄνδρα πέλοντα ἐκπάγλως ἐμὲ πάντες ἀπέστυγον. αὐτὰρ ἔγωγε ἤιον αἰδόμενος πηούς, πολιήτας, ἅμ' ἄμφω. – ὑστάτιον δ' ὁρόων σταυροῦ μένος ὅσσα ἔοργεν, ἐν φρεσὶ τοῦτο νόησα, κακῷ δέ τε δαίμονι φάσκον· "3ὤμοι ὀλοίιον ἔρνος, ὅλων δωτὴρ ἀθεμίστων, δυσσεβίης γύαλον, ψυχὴν τί μευ ὧδ' ἀπάτησας, οὐτιδανὸς καὶ ἄκικυς ἐών, ὡς οἶσθα καὶ αὐτός; εἰ γάρ σε κρατερῶς μοῦνον σκιὴ ὧδε δαμάζει 9 ἀθανάτοιο θεοῖο, τί ῥέξεις ὁππόταν ἔλθοι; εἰ Χριστοῦ κλῆσιν τρομέεις, τότε τίπτε τελέσσεις, εὖτε τεὰς πρήξεις καὶ οὐλοὰ ἔργα μετέλθοι; εἰ σκόλοπος θείου σε μένος τόσσον γε χαλέπτει, αὐτοῦ κεν παρεόντος ὅπῃ σέθεν ἴχνια θήσεις; εἰ σφρηγίς σε

About this text

Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.