De martyrio sancti Cypriani · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; lemma and argument toward the thesis.

Greek

ἄλαλκεν, ἄρ' ἐκ παλάμης τότ' ἐκείνου πῶς δύνασαι κρατερῆς μέροπας ῥύσασθαι ἀνάγκης; οὐδὲ γὰρ οὐδὲ φάλαγγα τόσην λάχες, ὥς κεν ἀμῦναι. ἄρτι πολυπλανέος τέχνης σέο εἴμ' ἐπιίστωρ καὶ σέο φαντασίην μάλ' ἐπίσταμαι, οἶδά σε νωθρόν. μαψίδιον δὲ μόνον καὶ ἐπημάτιον σέο δῶρον. οὐδὲ τεὴ βουλὴ παγίη, οὐ μῆτις ἀρίστη. ἀτρεκὲς οὐδὲ ἕν ἐστιν, ὅ περ θεοῦ ἄντα τελείεις· φάσματα δ' εἰσὶ μόνον καὶ ἀχλύϊ πάντα ἔϊκται. ὤλεσας ἡμετέρην κραδίην καὶ ἐλπίδα πάμπαν καὶ λογικῶν πραπίδων πολυμέρμερον ἤλασας ἐσμόν. αὐτὰρ ἐμὴν βιοτὴν κακίῃ κατεδάρψαο δεινῇ καὶ φύσιν, ἥν περ ἐγὼ λάχον, ὤλεσας ἐκμαγίοισιν. ἤλιτον ἐκπάγλως φρένας ἐκ σέο ἠπεροπευθείς. ἄφρων καὶ δυσεβὴς γενόμην, σοὶ πάνθ' ὑποείξας. μαψιδίως σοφίην δὲ μάθον, προτέρων δέ τε βύβλους. σοὶ δ' ἐπιπειθόμενος στερόμην κτεάνων τε καὶ ὄλβου. σὺν πλούτῳ τοκέων δὲ καὶ ἄσθματος εὖνιν ἔθηκας. εἰ πτωχοὶ δὲ τόσα καὶ ἀκτέανοι φάγον ἄνδρες, ὅσσα διώλεσας αὐτός, ἀθέσμιε, νῦν τάχα τυτθὸν εὐμενέτην θεὸν εἶχον ἐπ' ἐλπωρῇσιν ἐμῇσιν. οἴμοι, τίπτε με τόσσον ἐλυμήνω, κακοεργέ; αἰνῶς

About this text

Eudocia Augusta, De martyrio sancti Cypriani (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eudocia Augusta’s De martyrio sancti Cypriani — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.