De anima contra Arianos · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἀνθρώπων εἰσάγει γένος, ὁπηνίκα δὲ ἐσταυρώθη τὸν λῃστὴν αὐθήμερον εἰσάξειν αὐτόθι προηγόρευσεν τοῦ σώματος ἔτι βεβλημένου τῷ μνήματι, συνέστηκεν ὅτι συνδιαιτωμένη κυρίως ἡ ψυχὴ τοῦ Χριστοῦ τῷ Λόγῳ καὶ Θεῷ, τῷ πᾶσαν ὁμοῦ τὴν τῶν γενητῶν περιέχοντι κτίσιν, τὴν ὁμογενῆ τοῦ ἀνθρώπου ψυχὴν εἰς τὸν παράδεισον εἰσήγαγεν. Οὐδὲ γάρ ἐστι γεγραμμένον ὅτι πρὸ τῆς ἀναστάσεως τοῦ ἁγίου σώματος τὸ τοῦ λῃστοῦ προηγέρθη σῶμα τὴν ἐπαγγελίαν ἀπολαβόν. Ἀκόλουθον ἄρα ἐστὶν ὑπολαμβάνειν ἐμφρόνως ὅτι ἡ ψυχὴ τὴν συγγενῆ ψυχὴν ὁδηγοῦσα φιλοφρόνως, ἅτε δὴ καὶ μείζονος ἐξουσίας ἐχομένη, τὴν μὲν ὑπόσχεσιν αὐθήμερον ἐπὶ πέρας ἦγεν, εἰς δὲ τὴν ἐξαίρετον εἰσῆγε κληρονομίαν ἀνοίγουσα τὸν παράδεισον.

About this text

Eustathius of Antioch, De anima contra Arianos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s De anima contra Arianos — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.