De Melchisedech Unit 1 opening
Unit 1.
Lemma-led open — Ἀμήτορά που καὶ ἀπάτορα τὸν Μελχισεδὲκ ἐξέφρασεν ὁ Παῦλος. Ὅτι μὲν τοίνυν ἐκ γῆς οὐκ ἀνέτε
Greek
De Melchisedech (fragmenta) Ἀμήτορά που καὶ ἀπάτορα τὸν Μελχισεδὲκ ἐξέφρασεν ὁ Παῦλος. Ὅτι μὲν τοίνυν ἐκ γῆς οὐκ ἀνέτειλεν ὁ μέγιστος τῶν ἱερέων Μελχισεδέκ, οὐδεὶς ἀντειπεῖν ἔχοι· οὐδὲ γὰρ ἐκ δρυὸς οὐδ' ἀπὸ πέτρας ἔφυ, οὐδ' ἐκ γῆς ληφθεὶς πηλουργεῖται κατὰ τὸν Ἀδὰμ πλαττόμενος καὶ τῶ χεῖρε πλαστουργεῖται. Καὶ μετ' ὀλίγον τόπον· Τί οὖν ἄν τις εἴποι; ἀμήτωρ γὰρ ἡμῖν ὁ Μελχισεδὲκ ἱστορεῖται. Καίτοι γε εἰ ἐμφερὴς τυγχάνοι τῷ Θεῷ καὶ Λόγῳ καὶ τὸ ξύμπαν ἡμῖν ἔοικεν αὐτῷ τὴν ἐκείνου φέρων εἰκόνα καὶ τὸν ἐκείνου σώζων χαρακτῆρα, οὐκ ἀμήτωρ οὐκ ἀπάτωρ ἐστίν· ἔστι γὰρ τῷ Χριστῷ καὶ μήτηρ Μαρία καὶ γένος τὸ βασιλικὸν τοῦ ∆αυὶδ καὶ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ τὸ τῆς ὅλης ἡμῖν εὐωδίας ἄνθος ἀνατέλλει καὶ γενεαλογεῖται τὸ κατὰ σάρκα γένος αὐτοῦ, τὸ δὲ τοῦ Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι θεωρεῖται. Οὐκοῦν εἴποι τις ἂν τὸν Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι διὰ τὸ μὴ εἶναι ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι πώποτε, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δίκαιον δὲ τῶν καθ' ἑαυτὸν ἀποφανθέντα καὶ οὐκ ἐκ προγόνων ὁρμώμενον δικαίων οὐδ' ἀπό τινος δικαίας σπορᾶς. Οὐ θέμις οὖν ἦν γενεαλογεῖν καὶ εἰς τὸ τοῦ Χαναὰν γένος ἀνάγειν τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα, οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπιλελημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας ἐπιλελημμένῳ γένει. ∆ιὸ ἀπάτορα καὶ ἀμήτορά φησιν αὐτὸν εἶναι ἡ γραφή, οὐκ ἀξίους τοὺς προγόνους ἡγουμένη τῆς ἀρετῆς τοῦ δικαίου καὶ σώφρονος ἀνδρός.
About this text
Eustathius of Antioch, De Melchisedech (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De Melchisedech — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.