Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
Ὅτι δὲ Χαναναῖος τὸ γένος δείκνυται ὁ Μελχισεδέκ, ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ' αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ οἷς ἐπλησίαζεν· ἀστυγείτων μὲν γὰρ ἦν Σοδόμων πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρϋὶ τῇ Μαμβρῇ. Οἶμαι δὲ <ὅτι> καὶ Σαλὴμ ἐκείνης ἐτύγχανε βασιλεύς, ἥ ἐστιν ἡ πολυθρύλητος αὕτη Ἱερουσαλήμ. Καὶ μετ' ὀλίγον τόπον. Οὐκοῦν εἰ σαφῶς ἔοικεν ὁ Μελχισεδὲκ τῷ υἱῷ τοῦ Θεοῦ, οὐκ ἀπάτωρ οὐδὲ ἀμήτωρ οὐδὲ ἀγενεαλόγητος ἔσται, ἀλλὰ τὰ μὲν τῆς σαρκὸς κατὰ τὴν φύσιν τῆς σαρκὸς γενεαλογηθήσεται, θάτερον δέ τι τὸ ἀγενεαλόγητον ὀφθήσεται καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ γὰρ ὁ Χριστὸς κατὰ μὲν δὴ τὸ σῶμα γενεαλογεῖται, κατὰ δὲ τὴν ἀνωτάτω τάξιν ἀδιήγητον ἔχει τὴν γενεὰν ὡς προαποδεδώκαμεν. 2 Τοῦ Χρυσοστόμου εἰς αὐτό· Πολλοὶ μὴ νοήσαντες τὰ περὶ τοῦ Μελχισεδὲκ εἰρημένα μείζονα τοῦ Χριστοῦ τοῦτον εἰρήκασι καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, οἳ καὶ λέγονται Μελχισεδεκιανοί. Φιλονεικοῦντες οὖν καὶ βουλόμενοι δεῖξαι ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ προφέρουσιν ἡμῖν μάρτυρα τὴν γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς γάρ, φησίν, οὐκ ἂν εἴη μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡμεῖς δὲ λέγομεν αὐτὸν
About this text
Eustathius of Antioch, De Melchisedech (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De Melchisedech — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.