Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν καὶ μήτε μείζονα Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ βαπτιστοῦ, οὔτε μὴν εἶναι αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ, εἰπάτωσαν ἡμῖν οἱ τοῦτο λέγοντες ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν; ἆρα οὐρανίου; ἆρα ἐπιγείου ἢ καταχθονίου; Εἰ μὲν οὐρανίου ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. Εἰ οὖν κάμπτει γόνυ, ἐλάττων εἴη ὁ προσκυνῶν τοῦ προσκυνουμένου Χριστοῦ. Ἀλλ' οὔτε τὸν ἐπιόντα στίχον ἴσασιν οἱ τάλανες· τῷ ἀφομοιουμένῳ τῷ υἱῷ τοῦ Θεοῦ· ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγενόμεθα. Ἀλλ' ἴσως τις ἐπερωτᾷ τῶν ἀκροατῶν καὶ λέγει· τί οὖν ἔστι τὸ ἀπάτορα αὐτὸν λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον; Πρὸς ὃν ἐροῦμεν ὅτι Ἰουδαῖοι μὲν αὐτὸν εἰρήκασιν ἐκ πόρνης γεννηθῆναι καὶ διὰ τοῦτο μὴ γενεαλογηθῆναι ὑπὸ τῆς γραφῆς. Πρὸς οὓς ἐροῦμεν ὅτι κακῶς εἴπατε. Εὑρίσκομεν γὰρ καὶ ἄλλους ἐκ πόρνης γεννηθέντας καὶ γενεαλογηθέντας· εὐθὺς ὁ Σολομῶν ἐκ τῆς τοῦ Οὐρίου, εἶτα καὶ ὁ Ἀβιμέλεχ υἱὸς Γεδεών. Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται; Ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ καὶ τούτου εἰκόνα ἔφερε, διὰ τοῦτο παρέλιπεν αὐτοῦ ἡ γραφὴ τὸν πατέρα καὶ μητέρα, ἵνα ἐν ἐκείνῳ καθάπερ εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ
About this text
Eustathius of Antioch, De Melchisedech (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s De Melchisedech — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.