Homilia christologica in Lazarum · §u01-open

Homilia christologica in Lazarum Unit 1 opening

Unit 1.

Lemma-led open — , . Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας εἰς τὸ δεῖπνον

Greek

Homilia christologica in Lazarum, Mariam et Martham [Sp.] Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας εἰς τὸ δεῖπνον Λαζάρου καὶ εἰς Μαρίαν καὶ Μάρθαν τὰς ἀδελφὰς αὐτοῦ. 1 Ἀκούσωμεν ἀγαπητοί· καὶ εἰς δεῦρο εὐαγγελίζεται τὴν Ἐκκλησίαν τοῦ θεοῦ ἡ ἱερὰ τῶν εὐαγγελίων σάλπιγξ. Καὶ τί εἰς εὐφροσύνην τοῖς πιστοῖς προστίθησιν; Ταύτην γὰρ κορωνίδα τοῦ λόγου καὶ ὁδηγὸν ποιησώμεθα πρὸς τὰ ἑξῆς. Φησὶν Ἰωάννης, ὁ εὐαγγελιστὴς, ὁ τῆς βροντῆς υἱὸς, ὁ τὰ ἄρρητα μυστήρια ἐκ τοῦ παμφόρου τῆς σοφίας χωρίου τῆς καρδίας τοῦ Κυρίου ἀρυσάμενος· «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον· καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος ἦν τῶν ἀνακειμένων αὐτῷ.» 2 Καλῶς ὁ τῆς ἀληθείας τρόφιμος τὸν πρὸ βραχέος εἱρκτῇ ᾅδου πεπεδημένον, ἐκπηδήσαντα καὶ τοὺς τοῦ θανάτου δεσμοὺς ταῖς τοῦ θανάτου τροπαῖς

About this text

Eustathius of Antioch, Homilia christologica in Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Homilia christologica in Lazarum — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.