Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
διαγελάσαντα, τῶν σπαργάνων ἀξένων ἀπολυθέντα, εἰς μέσον αὖθις παρήγαγεν καὶ πάντας τοὺς συνεσθίοντας παραδραμὼν, τοῦτον ἐξ ὀνόματος ἀπηρίθμησεν· σκοπὸς γὰρ τῷ εὐαγγελιστῇ, οὐκ ἐν προσώπων ἐνδόξων συνδιατρίβαις καὶ συνεστιάσεσι κατακαλλῦναι τὸν εὐαγγελιζόμενον δι' αὐτοῦ, οὐδὲ κεχαρισμένα διαγορεῦσαι, ἀλλ' ἐξ οἰκείων ἔργων πᾶσι γνωστὸν τὸν θαυματουργὸν καταστῆσαι θεόν. 3 Ἔργον δὲ ἄρα ἦν Χριστοῦ, καὶ ἔργων τὸ μέγιστον ἡ τοῦ ἐκλελυμένου καὶ εἰς φθορὰν κεχωνευμένου Λαζάρου ἔγερσις. ∆ιά τοι τοῦτο καὶ συνδειπνοῦντα τῷ Κυρίῳ δείκνυσι, καὶ ἀφαντασίαστον τὸ θαῦμα δημοσιεύει τῇ οἰκουμένῃ, καὶ εὐωχίαν ποιεῖται τὸ παράδοξον τὸ τῆς λαμπρᾶς ἐκείνης εὐωχίας, ἐν ᾗ ὡς πρώϊμον ξένιον Λάζαρος προύκειτο πνευματικὴ τροφὴ τοῖς δαιτυμόσι, τὸ τοῦ παραδόξου ἐκείνου δείπνου ἐν ᾧ ἡδονὴ γαστρὸς ἐπεσχέθη καὶ εὐωχήθησαν ψυχαὶ ἀνακειμένων, τὸ τῆς
About this text
Eustathius of Antioch, Homilia christologica in Lazarum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Eustathius of Antioch’s Homilia christologica in Lazarum — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.