Homilia christologica in Lazarum · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

24 Μαρία ἡ φιλήσυχος, ἡ ἰδιότροπος μέλισσα, ἡ παρὰ τοὺς λειμῶνας τῶν θείων θεωρημάτων διϊπτα μένη, ἡ μέτοικος καὶ μετανάστις ἀπὸ τοῦ πεφυρμένου βίου γενομένη καὶ πρὸς τὸν ἀτάραχον καὶ εἰρηνικοῖς πρέποντα βίον θεῖον καταντήσασα. «Ἔνθα αὔρα λεπτὴ καὶ ἐκεῖ Κύριος» κατὰ τὸν χρησμὸν Ἡλίου· ἐξ οὗ πηγάζει γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καθὼς γέγραπται ὅτι «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·» ἡ ἀκέραιος περιστερὰ, ἡ ἀναλαβοῦσα ἠρέμα τὰς πτέρυγας καὶ πρὸς τὸν ἤρεμον καὶ εὐδαίμονα τῆς γαλήνης λιμένα καταπαύσασα, δι' ἧς ἐμυήθη τὰ προφήταις καὶ δικαίοις ἐπιθύμητα. Ἰακὼβ ἀποδράσας λόγχην εὐτάραχον ἐν εὐκαιρίᾳ θεοῦ ἐπέτυχεν, καὶ στήλην μνημοσύνου, ὡς πολλάκις εἴρηται, ἤλειψεν· καὶ Μαρία πορρωτάτω διαζευχθεῖσα μιγάδων λογισμῶν καὶ συγκλύδων ἀποδρομῆς τραχυνόντων πως [τὸ] διανοίας τε καὶ νοῦ διειδέστατον κέλλιον, ἀθόλωτος θεοῦ μακαρισμῶν ἤκουσεν, καὶ τὸν ἀκράτητον κρατῆσαι διὰ σαρκὸς ἠξιώθη. 25 Ἀλλ' ἐπιπηδᾷ τῷ λόγῳ ὁ ἐν τυφλώσει Ἰουδαῖος καί φησι· μὴ βλασφήμει, χριστιανὲ, γέγραπται γάρ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, λέγει Κύριος.» Μενοῦν γε, ὦ ἄφρων, ἐν τῷ σῷ νόμῳ γέγραπται ὅτι εἶπεν Ἰακώβ· «εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή·» ζωὴ γὰρ ἀνθρώπου ὅρασις. Καὶ τούτων οὕτως ἐχόντων, οὔτε τὸν σὸν ἀκυρώσω, οὔτε τὸν ἐμὸν ἀμάρτυρον ἐάσω λόγον· οὐσίαν γὰρ θεοῦ κατανοῆσαι ἀδύνατον καὶ ἀμήχανον, θεὸν [δὲ] γνωρισθῆναι ἀνθρώποις ῥᾴδιον αὐτῷ τῷ πάντα δυναμένῳ καὶ τοῖς ἀξίοις ἑαυτὸν ἐμφανίζοντι ὡς βούλεται, γέγραπται γάρ· «ἐγὼ ἐπλήθυνα ὁράσεις καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην.» 26 Εἶδεν τοιγαροῦν θεὸν ὁ Ἰακὼβ, καὶ οὐκ ἐψεύσατο, εἶδεν δὲ ὡς ὁ ὀφθεὶς ηὐδόκησεν ὀφθῆναι· οἶδεν γὰρ θεὸς ἑαυτὸν ἐμφανίζειν [ὡς] βούλεται καὶ τὸ κώλυον αὐτὸν καὶ διεῖργον τὸ κατὰ γνώμην οὐκ ἔστιν, κἂν μὴ χωροῦσιν οὔτε οἱ ἀνώτατοι φέρειν αὐτοῦ τὴν εἰς ἄκρον δόξαν· οὕτω καὶ Μαρία εἶδεν θεὸν ἐνανθρωπήσαντα ἀτρέπτως καὶ ἐπὶ τὸν ἅγιον καὶ συμπροσκύνητον αὐτοῦ ναὸν σπονδὴν εὐωδίας ἔσπεισεν τουτ' ἔστιν αὐτὸ ἐφ' ἑαυτῷ, ἀμέριστος γὰρ ἡ ἕνωσις καὶ ἀσύγχυτον τὸ τῆς εὐσεβείας μυστήριον καὶ ἀδιαίρετος ἡ εἰς τὸν ἕνα τῆς Τριάδος Κύριον Ἰησοῦν Χριστὸν ὁμολογία. 27 Σὺ δὲ, ὦ ἀγαπητὲ, μὴ ξενίζου ἀκούων ξένον τι καὶ ἀπηχὲς παρὰ τῶν ξένων τῆς ἀληθείας· ἀδελφοὶ γάρ εἰσι τοῦ τυφλοῦ καὶ προδότου Ἰοῦδα, ἐπιμεμψαμένου ἀφρόνως τὴν θεά ρεστον τοιαύτην πρόθεσιν ἐν τῷ δείπνῳ. Ἀλλὰ τί πρὸς τοῦτον ἡ ἀδέκαστος ψῆφος; Τὸν μὲν Ἰοῦδαν ἐξελέγχει ὡς κλέπτην, τὴν δὲ ἀποδέχεται ὡς φιλόθεον, καὶ εὐεργεσίαν τὸ τελούμενον ἀναγορεύει καὶ τοῖς ἐπιφερομένοις ἀντιπαρατάττεται, καί φησι καὶ ταῦτα διὰ Ματθαίου τοῦ εὐαγγελιστοῦ· «τί κόπους παρέχετε τῇ γυναικί· ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.» Καὶ ἀντιταλαντεύω τῇ ἀγαπήσει τῆς τοιαύτης ἐργασίας τὴν αἰώνιον μνήμην· «ὅπου γὰρ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.» 28 Καὶ ἄξιον τῆς σπορᾶς καὶ τὸ θέρος τῆς Μαρίας, ἐπαξία τῆς ἀγαθῆς προθέσεως καὶ ἡ ἐπικαρπία· ἐτάχυνεν πληρῶσαι τὴν γραφὴν, προκατελείφθη ὑπὸ τῆς καταστεφούσης θείας χάριτος· ἔμαθεν τὰ ἐν προφήταις ᾀδόμενα, ἐπέγνω καὶ τῆς προφητείας τὴν εὔκαιρον ἔκβασιν· ἤκουσε Σολομῶντος ᾄδοντος ὡς «οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμήν·» καὶ συνῆκεν τὸν ὑπὸ οἰκέτου βασιλέως προμηνυθέντα βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων· 29 ὅθεν μηδὲν μελλήσασα ἔργον, τὴν μάθησιν ἐξετέλεσεν, καὶ τῷ ἀνενδεεῖ τὰ προκεχρηματισμένα προσκομίσασα, τὴν εὐκλεῆ καὶ ἀπαραλόγιστον ἀπηνέγκατο ψῆφον· μεθ' ἧς γένοιτο πάντας ἡμᾶς ἕνα καὶ τὸν αὐτὸν γινώσκειν καὶ προσκυνοῦντας Κύριον πρὸ αἰώνων συναιδίως τε καὶ συνανάρχως ἀφραστῶς τε καὶ ἀρρεύστως ἐκ Πατρὸς τουτ' ἔστιν ἐκ τῆς ἀκτίστου οὐσίας γεννηθέντα, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς ἀχράντου παρθένου ἀμεταβλήτως καὶ ἀσυγχύτως ὑπὲρ ἔννοιαν καὶ λόγον σαρκωθέντα, τυχεῖν τοῦ παρ' αὐτοῦ μακαρισμοῦ ἐν ἐλέει καὶ ζωῇ τῇ ἀπεράντῳ ὅτι αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς ἀγηράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Eustathius of Antioch, Homilia christologica in Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Homilia christologica in Lazarum — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.