Homilia christologica in Lazarum · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

θεὸν καὶ ἄνθρωπον ἀδιαιρέτως καὶ ἀσυγχύτως ὁμολογοῦντες τὸν τοῦ θεοῦ υἱὸν, κηρύσσοντες τὸν Ἐμμανουήλ· 17 καὶ τότε ἔφη πρὸς αὐτὸν ἡ Μάρθα· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.» Τοῦτο Λάζαρος ἐν ἑαυτῷ ἐβεβαίωσεν, ταύτῃ συνταφεὶς τῇ πίστει καὶ ἐλπίδι· ἔτι γὰρ αὐτοῦ ζῶντος καὶ συνικετεύοντος τὸν πανταχοῦ παρόντα αἱ ἀδελφαὶ αὐτοῦ ἐδεήθησαν ὑπὲρ αὐτοῦ λέγουσαι· «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Μαρία δὲ δι' ὦν ἔπραττεν τῇ τε τῆς ἀδελφῆς ὁμολογίᾳ καὶ τῇ τοῦ ἀδελφοῦ πίστει σύμφωνον ἐνεφάνιζεν καὶ τὴν οἰκείαν εὐσέβειαν. 18 Λαβοῦσα γὰρ τὸ μῦρον, οὐ λίθον ἄψυχον εἰς οἶκον θεοῦ ἔχρισεν καθάπερ Ἰακὼβ τῷ ὀφθέντι αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν τὸν Ἠσαῦ, ἀλλὰ τὸν ἐκ τῆς θεοτόκου παρθένου ἑνωθέντα ἔμψυχον ναὸν τῷ ἀκτίστῳ καὶ δημιουργῷ τῶν ἁπάντων θεῷ ἤλειψεν, οὐ μίμημα μόνον ἀποσῴζουσα τῆς πρὸς τὸν Ἰακὼβ ἐν τοῖς οὕτω οἰκειότητος, ὡς ἀψευδὴς θυγάτηρ, ἀλλὰ καὶ ὑπερβαίνουσα πολλῷ πλέω τῇ πίστει καὶ ἐργασίᾳ τὸν πατριάρχην. Καθόσον ὁ μὲν τὴν σκιὰν ἐτύπου, ἡ δὲ τὴν ἀλήθειαν αὐτὴν ἐψηλάφα καὶ προσεκύνει. 19 Φαίνεται γοῦν δὶς τοῦτο ποιήσας ὁ Ἰακὼβ ἔν τε τῷ ἀποδιδράσκειν τὸν πρὸς φόνον ἐξηρτυμένον φθόνον, ἔν τε τῷ ἐπαναλύειν μετὰ τὴν θείαν ἐν Βεθὴλ ὀπτασίαν. Ἀλλ' οὐδ' οὕτως ἐξισοῦται τῇ τῆς θυγατρὸς εὐσεβείᾳ ἐν τούτῳ τῷ μέρει· πλεὸν γὰρ οὐδὲν ἢ λίθον ἀλείφειν εἰς τύπον τοῦ ἀκρογωνιαίου μεμάθηκε λίθου, αὕτη δὲ οὐ μόνον τὸν ἅγιον καὶ ἔμψυχον καὶ θεόκτιστον τοῦ ἀκτίστου καὶ ἀϊδίου θεοῦ ναὸν ἐψηλάφα καὶ ἤλειφεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ ἀμερίστως ὄντα θεὸν σὺν αὐτῷ καὶ δι' αὐτοῦ προσκυνοῦσα, ἕνα Κύριον ἀδιαίρετον ὡμολόγει ἐν τῇ ὁρωμένῃ εὐπρεπείᾳ τὴν ἀόρατον κατανοοῦσα δόξαν, καὶ ἐν ψηλαφωμένῃ σαρκὶ τὸν ἀναφῆ καὶ ἀψηλάφητον καταμανθάνουσα θεὸν Λόγον. 20 Οὐ γὰρ ἐσμίκρυνεν ἐν ὀφθαλμοῖς αὐτῶν τοῦ ἀοράτου θεοῦ τὴν δόξαν ὁ πρὸς ἡμᾶς συσχηματισμὸς αὐτοῦ, οὐκ ἐνύβρισεν ἐν ὀφθαλμοῖς αὐτῶν τὴν μεγαλοπρεπῆ τοῦ θεοῦ ἐξουσίαν τὸ τῆς συνανακλίσεως αὐτοῦ ταπεινὸν, οὐκ ἐμείωσεν τὸ τῆς διανοίας αὐτῶν κριτήριον [πρὸς] τὴν τοῦ ἀπροσίτου ὑπεροχὴν τὸ τῆς σαρκὸς ἀσθενὲς περιβόλαιον, οὐκ ἤμβλυνεν τὸν φόβον καὶ τρόμον τῆς ἀστέκτου δυνάμεως ἡ πρὸς τὴν συγκατάβασιν αὐτοῦ πεπαρρησιασμένη αὐτῶν ἀγάπη, ἀλλ' ἐκ τῶν φαινομένων σημείων ἐπὶ τὸ ἀόρατον ποδηγούμενοι κράτος, περισσῶς ἐθαύμαζον τῆς ἑκουσίου πτωχείας τὸ παράδοξον 21 , καὶ ἐκ τῶν ἐπιτελουμένων λόγων ὑπὲρ λόγον θαυμάτων φωτιζόμενοι τὴν διάνοιαν, καὶ τὸ τῆς κυριότητος ἐξουσιαστικὸν παιδευόμενοι, σφοδρώτερον τὴν φιλάνθρωπον ἐνανθρώπησιν ὑπέφριττον, καὶ τὴν δι' ἁφῆς τῶν κρασπέδων ἐπιδιδομένην τῶν ἰαμάτων φορὰν ἐνο ρῶντες, τὸν ἀνεμποδίστως ἐνεργοῦντα καὶ ἐμβλύζοντα ἐκ τοῦ ἰδίου θησαυροῦ τὰς ἐπικουρίας προσεκύνουν θεὸν, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν κατανοοῦντες τὴν μετὰ τῶν θνητῶν συνδιατριβὴν τοῦ θανάτου ὑπερβαλλόντως ἐξεπλήττοντο. 22 Ὅθεν στοργῇ τὸν φόβον κεράσασαι, εἴχοντο τοῦ ἀκορέστου πόθου, καὶ τὴν διακονίαν τοῦ ἑνὸς καὶ αὐτοῦ ἑνώσει θεοῦ [καὶ] τελείου ἀνθρώπου διειλημμέναι εἰς ἑαυτὰς αἱ ὁμόψυχοι καὶ ὁμόπιστοι, ἡ μὲν τὰ ἀνθρώπινα διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐλειτούργει, ἡ δὲ τὴν θεοτερπῆ καὶ εὐωδεστάτην ὡς κάρπωμα προσῆγεν σπουδὴν, μύρον ἐπιχέουσα ὡς ἐπὶ θυσιαστηρίῳ τῷ ζωηφόρῳ αὐτοῦ ναῷ. Καὶ τοῦτο οὐ παρέργως ἀλλ' ἐπιμελῶς καταφιλοῦσα, καὶ τῷ ἐκ φύσεως περιβολαίῳ ἐκμάσσουσα τὸ ἁγίασμα, στέφανον δόξης τῇ οἰκείᾳ περιέθηκεν κεφαλῇ, οὐκ ἐξ ὑλῆς φθαρτῆς καὶ γεώδους συγκείμενον, ἀλλὰ τῆς θεϊκῆς λαμπρότητος τὰς μαρμαρυγὰς ἀπαστράπτοντα. 23 Εἰ τοίνυν κατὰ Μωϋσέα «πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται,» τί ἄν τις εἴποι περὶ τῆς ἁψαμένης αὐτοῦ τοῦ Κυρίου τοῦ θυσιαστηρίου, ποίοις λόγοις κατακοσμήσομεν τῶν ἀδελφῶν τούτων τὴν ὁμόπνοιαν; Ναὶ, τούτων τὰ ἔργα νικᾷ πάντα ἐπαινόν. Ἀρκεῖ σοι, Μάρθα, ἡ τοῦ Χριστοῦ ὁμολογία εἰς στέφανον δόξης· ἀρκεῖ σοι, Λάζαρε, τὸ φίλον Χριστοῦ κληθῆναι εἰς περιουσίαν δόξης· ἐξαρκεῖ σοι, Μαρία, ἡ παρὰ θεοῦ ψῆφος. «Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἐξ αὐτῆς·»

About this text

Eustathius of Antioch, Homilia christologica in Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Eustathius of Antioch’s Homilia christologica in Lazarum — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.