Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
πάσχειν νικήσας, ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι· κατὰ τὴν παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων στρατηγίας, ἀντιπαρατάττεται καὶ ἡ τῶν ἐναντίων κακία· ἀφῄρηται τὸ εἶναι ἐν ἀρετῇ καρδία πόλεμον οὐκ ἔχουσα. Ἀρετὴ γὰρ ἐκ τῶν ἀριστείων πρακτικὸν ὄνομα κέκληται. Ἀρετὴ τὰς παρ' ἀνθρώπων εὐφημίας οὐ ζητεῖ, οὐ γὰρ τέρπεται τιμῇ, τῇ μητρὶ τῶν κακῶν. Ἀρχὴ γοῦν τιμῆς ἀνθρωπαρέσκεια, τὸ δὲ τέλος ταύτης, ὑπερηφανία. Ὁ γὰρ τιμὰς ἀπαιτῶν, ὑψοῖ ἑαυτὸν, καὶ ἐξουδένωσιν φέρειν ὁ τοιοῦτος οὐκ οἶδε· τιμῆς ὄρεξις φαντασία, ὁ γὰρ αὐτῆς ἐρῶν καὶ κλῆρον φαντάζεται. Ἔστω σοι τιμὴ ὁ πόνος τῶν ἀρετῶν, καὶ ἀτιμία ὁ κατὰ θέλησιν ἔπαινος, δόξαν ἀπὸ σαρκὸς μὴ ζήτει ὁ τὰ σαρκὸς πάθη καταλύων, τὸ δὲ κρεῖττον ἐπιζήτει, καὶ ἔσται σοι δόξα, ὁ τιμᾶσθαι θέλων τῷ παρευδοκιμοῦντι φθονεῖ. Καὶ τούτῳ τὸ μῖσος τῷ ζήλῳ σωρεύει ὁ ταῖς ἄγαν τιμαῖς ἡττηθεὶς, ἑαυτοῦ προτιμᾶσθαι οὐδένα θέλει, ἁρπάζει δὲ τὰ πρωτεῖα, μήπως ἥττων φανῇ, οὐ βαστάζει ἀπόντα τὸν εὐδοκιμοῦντα τιμᾷν, ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ πόνοις κομωδεῖ τὴν χαμαίζηλον δόξαν, ἡ ὕβρις τῷ φιλοδόξῳ ὀξυτάτη σφαγὴ, καὶ μῆνιν ἐκ ταύτης οὐ πάντως ἐκφεύγει. ΚΕΦΑΛ. ∆ʹ. Ὁ τοιοῦτος, βαρβάρῳ δεσποίνῃ δουλεύει καὶ πολλοῖς δεσπόταις μετεπράθη, ἐπάρσει, καὶ φθόνῳ, καὶ ζήλῳ καὶ ταῖς προῤῥηθείσαις τῶν πνευμάτων λογάσιν, ὁ δὲ τῆς τιμῆς τὸ πνεῦμα ταπεινώσει ῥάσσων, τὸν λεγεῶνα τῶν δαιμόνων ὅλον καθαιρήσει, ὁ τῇ ταπεινώσει δοῦλον ἑαυτὸν πᾶσι παρέχων, ἀφωμοιωμένος ἔσται τῷ ταπεινώσαντι ἑαυτὸν, καὶ μορφὴν 79.1100 δούλου λαβόντι. Ἐὰν μετρῇς τῷ ἐλαχίστῳ μέτρῳ σεαυτὸν, οὐκ ἀντιμετρήσῃς σεαυτὸν ἑταίρῳ, καὶ ὁ τῆς ψυχῆς τὴν ἀσθένειαν θρήνοις ἐκκαλύπτων, οὐ μέγα ἐπὶ τοῖς ἐφ' ἑαυτοῦ πονουμένοις φρονήσει. ∆αίμονες εὐτέλειαν, καὶ ὕβριν τοῖς ταπεινοφρονοῦσιν ἐπάγουσιν, ἵνα τὴν ἐξουδένωσιν οὐ φέροντες, τὴν ταπεινοφροσύνην φύγωσιν, ὁ δὲ διὰ ταπεινώσεως τὰς ἀτιμίας γενναίως φέρων εἰς φιλοσοφίας ὕψος δι' ἐκείνων μᾶλλον ἀνωθεῖται. Ὁ ∆αβὶδ ὑβριζόμενος οὐκ ἀντέλεγεν, ἀλλὰ καὶ τὴν Ἀβεσσᾶ ἐκδικίαν κατέστελλε. Καὶ σὺ ὑβριζόμενος μὴ ἀνθύβριζε, ἀλλὰ καὶ τὸν ἐκδικοῦντά σε ὀρθῶς καταπράϋνε· ὕβριν φέρε, τὴν σὴν προκοπὴν, καὶ χείλεσι σύγκλειε τοῦ θυμοῦ τὴν θύραν· ἀποκριθήσῃ τοῖς ἀπειλοῦσιν οὐδ' ὅλως, ἵνα τῇ σιγῇ κοιμίσῃς τὰ καπνίζοντα χείλη, ἀπειλοῦντας τότε καὶ ὑβριστὰς ὀδυνήσεις ὅταν χαλινοὺς σαῖς σιαγόσι ἐπιθήσῃς. Σὺ μὲν γὰρ σιγῶν, οὐ βρωθήσῃ τῇ ὕβρει, ὁ δὲ πολὺ μᾶλλον δάκνεται ὑπὸ τῆς σῆς σιωπῆς, ἐπὰν ὑβριστοῦ θάρσος μακροθύμως ὑπενέγκῃς· τὸν τῶν ἀνθρώπων ἔπαινον ἐκ τῶν ἐντὸς ἀποσείου, ἵνα τὸν φιλενδείκτην λογισμὸν πρὸ αὐτοῦ ἐκτινάξῃς. Ἐπιτήρει δὲ καὶ τὸ αὐτάρεσκον μάλιστα καθ' ἡσυχίαν, μή ποτέ σε μεγαλύναν ὑπὲρ τὸν θρασυθέντα ἐξουδενώσῃς ἐκεῖνον. Τὶς τῶν ἀδελφῶν ὕβρισται παρὰ εὐλαβοῦς, καὶ ἀδικίαν ὑπομείνας ἀπῄει χαρᾷ τε μεριζόμενος, καὶ λύπῃ, τὸ μὲν ὅτι ἀδικούμενος ὑβρίσθη καὶ οὐκ ἀντεταράχθη, τὸ δὲ ὅτι ὁ εὐλαβὴς ἠπατήθη καὶ ἀπατήσας ἐχάρη. Νόει δέ μοι καὶ τὸν ἀπατεῶνα τὰ δύο πεπονθέναι ἐφ' ᾧ μὲν ἐτάραξε πάντως χαρέντα, ἐφ' ᾧ οὐκ ἀντεταράχθη, μᾶλλον λυπηθέντα. 2 ΚΕΦΑΛ. Εʹ. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς τὸ αὐτὸ ξέσμα τῶν ὕβρεων μὴ ἐξαφθέντας, τότε καθ' ἡσυχίαν ἐπιστάντες, ἀναμοχλεύουσι τὸ ἡγεμονικὸν, ἵνα οἷς παροῦσιν εἰρηνεύσαμεν, τούτοις ἀπιοῦσι διαθρασυνώμεθα. Ἐπὰν οὖν ἀντιλογίαν, ἢ ὕβριν πρὸς τὸν ἀδελφὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρης, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεινὰ καὶ σοῦ μὴ ἀνθυβρίσαντος. Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφοὺς, τότε οἱ λογισμοὶ τὸν μόνον μακαρίζειν εἰσβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώσαντες, καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακροθυμίᾳ τὴν ὀργὴν, καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων, πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει θυμομαχοῦντας· ὁ παρακαλῶν, καὶ γονυπετῶν, ἵνα τὴν ὀργὴν ἀπελάσῃ, τὸν παροξύναντα, τοὺς ἀμφοτέρους ἐξ αὐτοῦ ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ' αὐτῷ ἐκθρασύνων, ὅτι τὴν τῶν πλησίον εἰς ἑαυτὸν ἐδέξατο τὴν μάχην, ὁ 79.1101 τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός· ἀλλ' οὐκ ἐπ' ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου, καὶ ἐν τῷ πνεύματί σου, καὶ ἐν τῇ ψυχῇ. ΚΕΦΑΛ. ςʹ. Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.