Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
εἰρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ ἑνωθεὶς ἀκούεις· «Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Καὶ γὰρ ἂν τὴν ἀντεπίθυμον τοῦ πνεύματος σάρκα εἰρηνεύσης τοῖς πόνοις, κλέος ἕξεις τῶν μακαρισμῶν ἐπέκεινα αἰῶνος, νικήσας πόλεμον τὸν ἐν τῷ σώματί σου τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτίζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ἐν τοῖς μέλεσί σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν, εἴπερ οὖν ἐπικτησώμεθα τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαρὰν, τὰ ἐπιόντα χαλεπὰ εὐχαρίστως δι' αὐτῆς ἀποκρουσόμεθα, καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις, ἀκρωτηριάζων ἐν ταῖς θλίψεσι μάλιστα, τῇ ψυχῇ ἐφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ, καὶ τὴν λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα, καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν καταλύουσα, καὶ τὴν λύπην ἀμείβουσα. Ἐν γὰρ τῇ εἰρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα, καὶ τῇ εὐχαριστίᾳ, καὶ τῇ ὑπομονῇ ἐλλιμνάζουσα, πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα. Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τεταραγμένην ἐφίστασθαι, μή πως ἄλλην ἀντ' ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες. τῶν φρενῶν ἀποστήσωσιν· ἐφίσταται γὰρ χαρὰ πνευματικὴ καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ Θεὸν λύπης μετέωρον εὐρίσκει, ἔπειτα δὲ, καὶ τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν, ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον ἐποίησε. ΚΕΦΑΛ. Ζʹ. Φημὶ δὲ καὶ τοῦτο, ὡς ὑπηγόρευσέ τινι τῶν ἀδελφῶν ἡ πεῖρα τῶν ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαίρειν ἐν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει. Ἀντὶ δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ παραπειράζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν 3 ἀμαυρώσῃ. ∆ιτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης, ἡ δὲ τίκτεται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη, ἡ κατὰ Θεὸν 79.1104 λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται, τὴν ἀπεναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ, καὶ κρίσιν· καὶ τοῦτο κατ' ὀλίγον κέχηνε προσδεχομένη. Ἐπιθυμίαι ἀποτυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ, καὶ εὐχαριστίαι μαραίνουσι ταύτας· μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται. Ὁ οὖν πρῶτος ἐκνήψας, ἐὰν τοῦ πάθους ἀναστῇ, καὶ τῷ ἑτέρῳ δώσῃ χεῖρα, ἀπολογίᾳ, τὴν πικρὰν λύπην ἀπελαύνει. Λύπη, ψυχῆς νόσος καὶ σαρκὸς τυγχάνει, καὶ τὴν μὲν αἰχμαλώτιδα αἵρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει. Ἐξ ἐναντίων λύπη γεννᾶται, ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων φρενῖτις, λοιδορία· λύπην καὶ μῆνιν εἰ θέλεις συμπατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγκαλίζου, καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβάλλου, ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἔστω· ἐπ' ἀδικίᾳ ὁ χαίρων ἐν εὐδοκίᾳ θρηνήσει, καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδίκως, λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία. ΚΕΦΑΛ. Ηʹ. Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο μάλιστα, ὅτι δι' αὐτῶν τῆς ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰσθάνῃ. Οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας τὸ λαμπρότατον κάλλος, ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταῤῥάξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη, ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν καταδέξῃ. Οὕτω γὰρ καὶ αὐτὸν ἐκ σοῦ φυγαδεύσεις, Ἵνα δὲ πλεῖον ὁ μισθός σου διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ, διόλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατηγείτω, ὅτι διὰ πάσης κακίας, καὶ ἡ ἀκηδία ἀντιστρατηγεῖ σοι, καὶ κατασκοποῦσά σου τοὺς πόνους ἅπαντας πειράζει, ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλωμένον, τοῦτον καταβαρύνει ὑφ' ἑαυτὴν, καὶ κατακάμπτει, ἐὰν δὲ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπομονὴν τῶν πόνων ἀτονήσῃ, ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας τοῦτο ἐλάσεις, καὶ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσεις ἐν καιρῷ συνάξεως. Ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπιπέσῃ πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν, τὸν ὄκνον, ὡς ἀντίπαλον τῇ σπουδῇ παραβάλλει, ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ τῇ
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.