Tractatus ad Eulogium · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

μνήμῃ, ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπιστάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι, καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν· ὅταν γὰρ τὴν σύνοδον τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λογισμῶν ἐπισυνάγομεν· πρὸ συνάξεως διυπνισθέντες, λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἔχωμεν, γρηγορούσῃ διανοίᾳ, τῇ ψαλμωδίᾳ παρίστασθαι. 79.1105 ΚΕΦΑΛ. Θʹ. Πὴ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πὴ δὲ ἀδολεσχεῖν ἐν τῇ ψαλμῳδίᾳ δοκιμαστέον· κατὰ γὰρ τὴν ἔνεδραν τοῦ ἐναντίου ἀνάγκη καὶ ἡμᾶς μεταμορφοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑποτίθενται, τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι, τοῦ νοεροῦ ὄμματος καθάπερ ἰσχὺν τὴν τροφὴν ἐκ τοῦ φωτὸς λαμβάνοντος. Ὁ γὰρ τῇ ὀπτασίᾳ τῶν ὑψηλῶν ἐπεκτεινόμενος ὀξυδερκέστερον ὄμμα λήψεται, κατὰ τὸ ὑπόδειγμα Ἐλισσαιέ. Ὅταν λογισμός σου ἐπιστῇ καρδίᾳ πολέμιος, μὴ ἄλλα ἀντ' ἄλλων δι' εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξίφος τῶν δακρύων ἀκόνα· οὕτω γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, θᾶττον αὐτὸν ἀφ' ἡμῶν ἀποστῆναι ποιήσομεν. Φιλοκάλει σὺν τῷ ἔργῳ τῶν χειρῶν, καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλειπτον ἔχει τῆς ἐργασίας τὸν πόρον. Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχῆς τὸ χρέος, λογισμοῦ ἀκούων διὰ πρόσβασιν ἔργων, καὶ μὴ θορυβοῦ 4 ἐν τῷ ἔργῳ ταράττων τὸ σῶμα, ἵνα μὴ συνταράξῃς καὶ εὐχῆς τὴν καρδίαν. Ὥσπερ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος χερσὶν ἐργάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, οὕτως ὁ ἐν ταῖς φρεσὶν ἐργαζέσθω, πρὸς τὸ μὴ ἐπιβαρηθῆναι τὸν νοῦν. Τότε γὰρ οἱ λογισμοὶ τὴν οἰκείαν ἐργασίαν τῇ ψυχῇ προσφέρουσιν, ὅταν αὐτὴν ταῖς κατὰ Θεὸν ἐννοίαις ἀργὴν καταλάβωσιν. Ἀροτρία, τὰ μὲν ἔργα τῶν χειρῶν εἰς τὸ φιλάνθρωπον, τὴν δὲ φρένα τοῦ λογιστικοῦ εἰς τὸ φιλόσοφον, ἵνα τὸ μὲν ᾖ ξένων ξενία, καὶ ὀκνηρίας ἐμπρησμὸς, τὸ δὲ, θεωρίας στρατηγὸς, καὶ λογισμῶν ἀποβρασμός· τῶν λογισμῶν ταῖς ἡδοναῖς μετὰ θάρσους ἐπιπλήξωμεν, ἅπασαν εἰς αὐτοὺς τὴν ὀργὴν περιτρέποντες, ἵνα μὴ, ἡδονῇ τὰ παρ' αὐτῶν δεχόμενοι, πρᾶοι πρὸς αὐτοὺς ἀντιστρόφως γενώμεθα. ΚΕΦΑΛ. Ιʹ. Ἑτοίμαζε σεαυτὸν πρᾶον εἶναι, καὶ μαχητὴν, τὸ μὲν τῷ ὁμοφύλῳ, τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχεσθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικὲς, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελφῷ, καὶ πολεμεῖν τῷ λογισμῷ. Ὁ πρᾶος οὖν ἔστω μαχητὴς διαιρουμένης τῆς πραότητος ἐκ τῶν δολοφρόνων λογισμῶν, καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν· μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὥστε θυμοῦσθαι μὲν τῷ ἀδελφῷ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν. Ὁ πραῢς, κἂν πάσχῃ τὰ δεινὰ, τῆς ἀγάπης οὐκ ἐξίσταται· εἵνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεται καὶ ὑπομένει. Εἰ γὰρ τῆς ἀγάπης τὸ μακροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν· θυμὸς γὰρ λύπην διεγείρει, καὶ μῆνιν, ἀγάπη δὲ τὰ τρία μειοῖ. Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ, ἤπερ τῷ πταίοντί σε· φόβῳ, καὶ ἀγάπῃ δούλευε τῷ Θεῷ τὸ μὲν ὡς ∆εσπότῃ καὶ κρι79.1108 τῇ, τὸ δὲ ὡς φιλανθρώπῳ, καὶ τροφεῖ· ὁ τῆς ἀγάπης ἀρετὰς κτησάμενος, τὰ πάθη τῶν φαύλων αἰχμαλωτίζει, καὶ ὁ παρὰ τῆς ἁγίας Τριάδος ἔχων ταῦτα τὰ τρία, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις ταῖς ἀρεταῖς πυργωθεῖσα. Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ' ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ' ἐν τῷ διδόναι ἀφειδῶς ἀποτακτικὸς ἐπιγνωσθήσῃ, ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ βάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ, ἐξέλθῃ σοι κνίδη. Θεοῦ ἐν οἷς παρέχεις μνημόνευε, καὶ δότου, καὶ λήπτορος, ὅπως σοι μετ' ἐγκωμίων λογίσηται τοὺς τῆς ἀποτάξεως μισθούς. ΚΕΦΑΛ. ΙΑʹ. Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονὴν, ὁ δὲ φιλοκτήμων μέριμναν ἔχει τὴν ὀδύνην τοῦ πλούτου διὰ παντός· τότε δῆμον λογισμῶν αἰχμάλωτον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρδίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βαστάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ' ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται· καὶ νόσους, ἵνα σου τὴν εἰς Θεὸν ἐλπίδα τοῖς χρήμασι μερίσῃ. Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος, πίστει τειχιζέσθω, καὶ ἀγάπῃ κραταιούσθω, καὶ ἐλπίδι βεβαιούσθω. Ἔστι γὰρ ἡ πίστις, οὐκ

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.