Tractatus ad Eulogium · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

πονικώτατον ἀπαίτει. Ὁ πονικώτερον ἐπιζητῶν οἷός τε οἵῳ πόνῳ λογισμὸς ἀντίκειται, τεχνίτης ἐν πάλῃ κατὰ τῆς πλάνης εὑρίσκεται, ἐν ὅλοις δὲ τοῖς νοεροῖς σου πόνοις, οἷς ἐὰν ἐλλείψῃ, ὁ τοῦτον συλήσας ἀντ' αὐτοῦ παρεισδύει. Μνημόνευε τῇ συνέσει τῶν πόνων συντηρεῖν τὴν καρδίαν, μήπως ἡ λήθη τῆς τῶν κρειττόνων μερίμνης ταύτην συλήσασα τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ παραδῷ· ἡ γὰρ λήθη τῆς αἰχμαλωσίας προσπηδᾷ τῇ κακίᾳ, ἵνα ὑπ' ἐκείνης τοῦ νοῦ κλαπέντος, ἑτοίμως αὕτη παρεισέλθοι, νοῦς κλεπτόμενος ἀπὸ Θεοῦ, καὶ μνήμης μακρυνόμενος, καὶ διὰ τῶν ἐκτὸς αἰσθήσεων ἀδιαφόρως ἁμαρτάνει· ἀκοὴν γὰρ καὶ γλῶτταν ὁ τοιοῦτος ἀδυνατεῖ παιδαγωγῆσαι, ὅτι τὸ φίλτρον τῶν πόνων ἐκ τῶν ἐκτὸς ἐξαφῆκεν. Ὁ φιλῶν ἐξακούειν τοῦ ψέγοντος τὸν δεῖνα, δυσὶ συνεργοῖς πνεύμασι συνεργοῦσιν οἱ δύο· ἡ γὰρ κακηκοΐα τῆς κατηγορίας συνεργὸς τυγχάνει, καὶ ἐρῶσιν ἀλλήλων εἰς λύμην καρδίας. ΚΕΦΑΛ. ΙΖʹ. Ἐκ τῶν καταλαλιῶν τὰ ὦτά σου φράξον, ἵνα μὴ διττῶς σὺν αὐτοῖς ἀνομήσῃς, σαυτὸν μὲν δεινῷ πάθει ἐθίζων, γλωσσαλγεῖν δὲ ἐκείνους οὐκ ἀνακόπτων. Ψυχὴν τῶν κρειττόνων ὁ φιλοσκώπτης λῃστεύει, σαθρὰν ἀκοὴν διαβολαῖς διορύττων· ὁ δὲ διαδρῶν τὴν τοῦ πέλας λοίδορον γλῶσσαν, καὶ τὴν οἰκείαν λοιδορίαν φυγαδεύει· ἡδεῖς ἀκοὰς ὁ τῷ λοιδόρῳ παρέχων, ἰὸν θηρὸς τοῖς ὠσὶν ἀμέλγει. Μὴ γευέσθω τὸ οὗς σου τῆς 79.1116 πικρᾶς ταύτης ἀντιδότου, μή πως τοιαύτην καὶ σὺ συγκεράσῃς ἑτέρῳ, μὴ γοητεύου καταλαλιαῖς τὸ οὗς σου, ἵνα μὴ πάθει πραθεὶς, πολυπαθείᾳ δουλεύσῃς· ἓν γὰρ τῶν πολλῶν πάθος τόπον ἐν σοὶ εὑρὼν, εἰς τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει· τότε πλήθει κακῶν ὁ ἡγεμὼν δουλοῦται, ὅταν πάθει ζευχθεὶς τοὺς πόνους ἀποζεύξῃ. Ὁ τὰς ἑτέρων σκέψεις πειρώμενος ἐρευνᾷν, τὰς ἑαυτοῦ πράξεις ἕργῳ οὐκ ἐρευνᾷ, μὴ ὡς ἀμελῶς ζήσαντα, τὸν ἀποβιώσαντα σκῶπτε, ἵνα μὴ ὡς ἐκ συνηθείας τῶν ζώντων, καὶ τοῦ νεκροῦ γένῃ πικρὸς δικαστής· μὴ τοῖς πταίουσιν ἔπεχε λογισμῷ ἀλαζόνι ἐπαίροντί σε ὡς δικαστὴν, ἀλλὰ σαυτῷ πρόσεχε λογισμῷ νήφοντι, καὶ τῶν σῶν πράξεων δοκιμαστῇ. Στένε πταίων, καὶ μὴ φυσῶ κατορθῶν ἀκαταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον τὸ κακὸν ἐνδύσῃ. Τινὲς γὰρ ἀπὸ εὐλαβείας μὴ δυνάμενοι γνωσθῆναι, ἔσπευσαν, κἂν ἀπὸ κακίας οὕτω γνωσθῆναι· ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ, προφάσεις ἀκροβολοῦσι, τοὺς εὐσταθοῦντας ταῖς ἀρεταῖς ἐξουθενοῦσι. Τοῖς πέριξ τινὲς εἰς φαῦλα θρυλλούμενοι, βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἵνα τὰ φαῦλα πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ' ἵνα τῶν ψόγων τὰς φήμας σκιάσωσιν. Ἀλλὰ μὴ τῷ ἀπατῶντί σε καλλωπίζου, μηδὲ τῷ ἀπατᾶσθαι ἐναγάλλου· ἐὰν γὰρ δι' ὄνομα ψιλὸν τῶν σπουδαίων ἐφάπτῃ, οὐ Θεῷ, ἀλλὰ ἀνθρώποις ἐργάζῃ, μὴ παῤῥησίαν ἄγε τῷ ἀπόνως βιοῦντι, κἂν ὄνομα τούτῳ μέγα πομπεύῃ· ἔστι φίλος πρὸς προσώπου χάριν, καὶ χρόνος κατήγορος τούτου γίνεται. ΚΕΦΑΛ. ΙΗʹ. ∆εδοικότα φίλον σκώπτην κτῆσαι, ἵνα σκέπην εὕρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ κρύπτε μᾶλλον τοῦ φθονοῦντος. Ὅταν ὁ σὸς φίλος ταῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος εἰς φθόνον ἐκτραπῇ, ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδοξίας ἀκοντίζειν σου τοῖς πόνοις, ὅπως τὴν διατρέχουσαν περὶ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι, τότε μὴ τῇ ἐκείνου βασκανίᾳ 8 προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. Τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλλον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγώμεθα ἐξημεροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα. Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέγων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψογον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ, τοῦ ἐκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται. Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τούτου πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ. Ὁ πταίσας, καὶ ἑτέρους λέγειν, ἢ πταίειν μὴ ἐπιτηρείτω, ἵνα ὡς μὴ μόνος ᾖ συμπεσὼν 79.1117 τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν. Ἔστω δὲ μεταμελούμενος ἐφ' οἷς ἀτόποις ἔπραξεν ἔργοις· τὸν τῆς λύπης θρῆνον κατ' αὐτῶν ἐπιγινώσκων, ἐπισπάσεται δὲ καὶ τὴν πρωτοστάτην τῶν πόνων ἡσυχίαν, φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν. Ὁ ἡσυχάζων τῇ γλώττῃ, κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ

About this text

Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.